Lietzmann’s references in Greek only

Note 15 De Un., 11: ὅλη γὰρ ἡ ἀνθρωπίνη φύσις ἐν τῷ ἁγίαζεσθαι ἐστὶ καὶ φωτιζομένη, ἁγιάζον δὲ τὸ πνεῦμα καὶ φωτίζων, ἁγιαζόμενος δὲ οὐδαμῶς, κτίστης γὰρ καὶ οὐ κτίσμα. ἀλλὰ ἐνταῦθα τὸ ἁγιάζεσθαι, ἔνθα καὶ τὸ σεσωματῶσσθαι, καὶ διῇρηται μὲν τὰ πράγματα, ἥνωται δὲ κατὰ τὴν τῆ σαρκὸς πρὸς θεότητα ἕνοσιν, ὥστε μὴ διαστέλλεσθαι ἕτερον τόν ἁγιάζόμενον, καὶ αὔτη δὲ ὅλως ἡ σάρκωσίς ἐστιν ἁγιασμός.

De Un., 12; ὁ γάρ σωτὴρ πρὸς τοὺς λέγοντας »σὺ ἄνθρωπος ὤν ποιεῖς σεαυτὸν θεὸν« ἀποδέδωκεν τῆν ἰδίας ἀνθρωπότητος τὸν λόγον λέγων »ὅν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι βλασφημεῖς ὅτι εἶπον Υἱὸς τοὺ θεοῦ εἰμι;« τίνα λέγων ἐνταῦθα ἁγιασμὸν ἢ τὸν τῆς σαρκὸς ὑπὸ τῆς θεότητος; οὕτω γὰρ ἔζησεν τὸ σῶμα θεότητος ἁγιασμῷ καὶ οὐκ ἀνθρωπίνης ψυχῆς, κατασκευῇ καὶ ὅλως τὸ ὅλον ἐν συναφείᾳ. καὶ ἐνταῦθα »ὅν ὀ πατήρ, φησιν, ἡγίασεν καὶ ἀπέστειλεν« τὸ ἅγιάζον ἅμα καὶ τὸ αγιαζόμενον ἁνγιάζεσθαι λέγει, τῷ ἁγιαζομένῳ συνάψας τὸ ἁγιάζον.

Note 15 Anaceph. 23 ibid. p. 244: Εἰ ἡ αὐτὴ φύσις Χριστοῦ, οἵα καὶ ἡ ἡμῶν, ὁ παλαιός ἐστιν ἄνθρωπος, ψυχή Ζῶσα καὶ οὐ πνεῦμα Ζωοποιοῦν, καὶ ὁ τοιοῦτος οὐδὲ Ζςοποιήσει. Ζωοποιεῖ δέ Χριστὸς καὶ πνεῦμα Ζωοποιῦν ἐστιν.

Note 15 Frag. 87: εἰ ἄνθρωπον οἴεταί τις ἑνοῦθαι θεῷ παρὰ ἄνθρώπους καὶ ἀγγέλους, ποιήσει μὴ αὐτεξουσίους τοὺς ἀγγέλους καὶ  τοὺς ἀνθρώπους, ὡς οὐδὲ ἡ σάρξ αὐτεξούσιος. φθορὰ δὲ τοῦ αὐτεκουσίου Ζώου ττὸ μὴ εἶναι αὐτεξούσιον⋅ οὐ φθείρεται δὲ ἡ φύσις ὑπὸ τοῦ ποιήσαντος αὐτήν⋅ οὐκ ἄρα ἑνοῦται ὁ ἄνθρωπος θεῷ.

Note 17: Ad Jov., 3 p. 253: Εἰ δέ τις παρὰ ταῦτα ἐκ τῶν θείων γραφῶν διδάσκει, ἕτερον λέγων τὸν υἱὸν τοῦ θεοῦ καὶ ἕτερον τὸν ἐκ Μαρίας ἄνθρωπον, κατὰ χάριν υἱοποιηθέντα ὡς ἡμεῖς· ὡς εἶναι δύο υἱός, ἕνα κατὰ φύσιν υἰὸν θεοῦ, τὸν ἐκ θεοῦ, καὶ ἕνα κατὰ χάριν, τὸν ἐκ Μαρίας ἄνθρωπον· ἢ εἴ τις τὴν τοῦ κυρίου ἡμῶν σάρκα ἄνοθεν λέγει καὶ μὴ ἐκ τῆς παρθένου Μαρίας ἢ τραπεῖσαν τὴν θεότετα εἰς σάρκα ἢ συγχυθεῖσαν ἢ ἀλλοιωθεῖσαν, ἢ παθητὴν τὴν τοῦ υἱοῦ θεότητα ἢ ἀπροσκύνητον τὴν τοῦ κυρίου ἡμῶν σάρκα ὡς ἀνθρώπου, καὶ μὴ προσκυνητὴν ὡς κυρὶου καὶ θεοῦ σάρκα, τοῦτον ἀναθεματίζει ἡ καθολικὴ ἐκκλησὶα πειθομένη τῷ [θείῳ] ἀποστόλῳ λέγοντι >>εἵ τις ὑμᾶς εὐαγγελιζεται παρὰ ὃ παρελάβετε, ἀναθεμα ἕστω<<

Note 18 Ad Jov., 2 p. 252: ἀπαθὴς δὲ διαμείνας καὶ ἀναλλοίωτος κατὰ τὴν θεότητα κατὰ τὸ Λεγόμενον ὑπὸ τοῦ προφήτου >ἐγὼ θεὸς οὐκ ὴλλοίωμαι<.

Note 19 p. 171: οὐτε γὰρ ἄλλαξις οὔτε μετακίνηεσις οὔτε περικλεισμὸς ἐν πνεὺματι γέγονεν περι τὴν [ἁγίαν] τοῦ θεοῦ δύναμιν, ἀλλ’ ἡ αὐτὴ διαμένουσα καὶ τὸ τῆς σαρκώσεως ἔργον ἐπλήρωσεν εἰς τὴν τοῦ κόσμου σωτηρίαν καὶ κατὰ τὸ ἀνθρώπινον ἑπι πάντα παρουσίαν ομοίς διεφύλαξεν πάντα πεπληρωκὼς ἰδίως τε τῇ σαρκι συγκεκραμένος, καὶ το&ν περὶ σάρκα παθῶν γινομένων τὴν ἀπάθειαν ἡ δύναμις εἶχεν τὴν ἑαυτῆς. 

Note 20 frag 138τοῦτο γὰρ τὸ ἀλεηθές, ὅτι ἡ πρὸς τὸ σῶμα συνάφεια οὐ κατὰ περιγραφὴν τοῦ λόγου, ὤστε μηδὲν ἐχειν πλέον τῆς σωματώσεωσ· διὸ καὶ ἐν τῷ θανάτῳ μένει ἀθανασία περὶ αὐτόν. εἰ γὰρ ὑπὲρ τὴν σύνθεσίν ἐστι ταύτην, καὶ ὑπὲρ τὴν διάλυσιν· διάλυσις δὲ ὁ θάνατοσ· οὔτε γὰρ τῇ συνθέσει περιελήφθη· ἦ γὰρ ἂ ὁ κόσμος κεκένωτο· οὔτε ἐν τῇ διαλύσει τὸ ἐκ τῆς διαλύσεως ἐνδεὲς εἶχεν ὥσπερ ἡ ψυχή.

Note 21 Κ Μ Π 36: εἷς υἱός, καὶ πρὸ τῆς σαρκώσεως καὶ μετὰ τήν σάρκωσιν ὁ αὐτός ἄνθρωπος ὁ θεὸς λόγος, ἕτερον δὲ ἄνθρωπος Ἰησοῦς, ἀλλ’ αὐτὸς ὁ προϋπὰρχων υἰσ”ς ἑνωθεὶς σαρκὶ ἐκ Μαρίας κατέστη, τέλειν καὶ ἁγιον καὶ ἀνανέωσιν ἀνθρωπότητες καὶ κοσμου παντὸς σωτήριον. 

note 21 frag 181: ὅτι τῇ ἑνώσει τῇ πρὸς τὸν θεὸν λόγον θεολογουμένη καὶ τῷ θεῷ ὁμοούσιος ὁμολογουμένη ἡ τοῦ κυρίου σὰρξ τῇ φύσει μένει ἀθρωπίνη καὶ ἡμῖν ὁμοούσιος.
καὶ πάλιν ἐκ προσώπου τοῦ κατηχηθέντος ὑπ’ αὐτοῦ Καταφρονίου λέγει οὕτως·
ὅτι τῇ ἑνώσει ταὐτὸν τῷ λόγῳ τοῦ θεοῦ ὁμολογεισθαι ὀφείλει καὶ ὡς λόγος θεολογεῖσθαι καὶ ὡς λόγος προσκυνεῖσθαι καὶ ὠς λόγος ὁμοούσιος τῷ θεῷ πιστεύεσθαι.

note 22 frag 133τὸ ἀόρατον καὶ συντεθὲν πρὸς σῶμα ὁρατὸν καὶ διὰ τούτου θεωρηθὲν μένει καὶ αόρατον· μένει δὲ καὶ ἀσύνθετον, καθὸ οὐ συμπεριορίζεται τῷ σώματι· καὶ τὸ σῶμα μένον ἐπὶ τοῦ ἰδίου μέτρου προσλαμβάνει τὴν πρὸς θεὸν ἕνωσιν κατὰ τὸ Ζωοποιεῖσθαι οὔτε τὸ Ζωοποιούμενον Ζωοποιεῖ.

Note 23 frag 187f: ὁ θεὸς οὖν ὁ ἐνανθρωπήσας, ὁ κύριος καὶ προὔχων τῆς γεννήσεως, εἰ καὶ γεγέννηται ἀπὸ γυναικός, κ ύριος ὤν, εἰ καὶ μεμόρφωται κατὰ τοὺς δούλους, πνεῦμα ὤν, εἰ καὶ σὰρξ κατὰ τὴν ἕνωσιν τῆς σαρκὸς ἀποδέδεικται, οὐκ ἄνθρωπος ὣν κατὰ τὸν (τὸ ὅλον εἰπεῖν) ἀόρατος θεὸς ὁρατῷ σώματι μεταμορφούμενος, ἄκτιστος θεὸς κτιστῇ περιβολῇ φανερούμενος, κενώσας μέν ἑαυτὸν κατὰ τὴν μόρφωσιν <δούλου>, ἀκένωτος δὲ καὶ ἀναλλοίωτος καὶ ἀνελάττωτος κατὰ τὴν θείαν οὐσίαν (οὐδεμία γὰρ ἀλλοίωσις περὶ τὴν θείαν φύσιν) οὐδὲ ἐλαττοῦται οὐδὲ αὐξάνεται.

Note 25 frag 124: σάρκωσις κένωσις· ἡ δὲ κένωσις οὐκ ἄνθρωπον, ἀλλὰ υἱὸν ἀνθρώπου τὸν κενώσαντα ἑαυτὸν ἀπέφηνε κατὰ τὴν περιβολήν, οὐ κατὰ μεταβολήν
ἰδού σοι καὶ τὸ τῆς περιβολῆς ὄνομα προσενήνοχεν ὁ τῶν σῶν δογνάτων διδάσκαλος

Note 28 frag. 127: τῶν συγκιρναμένων αἱ ποιότητες κεράννυνται καὶ οὐκ ἀπόλλυνται, ὡστε τινὰ καὶ διΐσταται ἀπὸ τῶν συγκερασθέντων καθάπερ οἰνος ἀποὸ ὑ;δατος. οὐδὲ πρὸς σῶμα σύγκρασις οὐδὲ οἵα σωμάτων πρὸς σωματα, ἀλλ’ ἐχουσα καὶ τὸ ἀμιγές, ὥστε καὶ πρὸς τὸ δέον ἑκάστοτε τὴν τῆς θεότητος ἐνέργειαν ἢ ἱδιάζειν ἢ ἐπιμιγνυμένης· καθὰ γέγονεν ἐπὶ τῆς νηστείας τοῦ κυρίου ἐπιμιγνυμένης μὲν τῆς θεότητος κατὰ τὸ ἀπροσδεὲς ἡ πεῖνα ἐγένετο πρὸς τὴν τοῦ διαβόλου κατάλυσιν. εἰ δὲ τῶν σωμάτων ἡ μὶξις οὐκ ἠλλγη, πὸσῳ μᾶλλον τῆς θεότητος; 

Note 30 De Un. 2 καὶ οὐκ ἔστιν ἰδίως κτίσμα τὸ σῶμα εἰπεῖν ἀχώριστον ὂν ἐκείνου πάντως οὑ σῶμα ἐστιν, ἀλλὰ τῆς τοῦ ἀκτίστου κεκοινώνκεν ἐπωνυμιας καὶ τῆς τοῦ θεοῦ κλήσεως, ὅτι πρὸς ἑνότηταυ θεῷ συνῆπται, καθὰ λέγεται ὅτι >ὁ λόγος σὰρξ ἐγέτος< καὶ παρὰ τῷ  ἀποστόλω >ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα Ζωοποιοῦν< 

Note 32 De Un. 11: ὅλε γάρ ἡ ἀνθρωοίνη φύσις ἐν τῷ αγίαζεστθαι καὶ οὐκ ἐν τῷ ἁγιάζειν. καὶ τὸ ἀγγεκιηὸν τάγμα ὡσαύτως καὶ πᾶσα ἡ κτίσις ἁγιαζομένη ἐστι καὶ φωοτιζομένη, ἁγιάζον δὲ τὸ πνεῦμα καὶ φωτίζον. ἁγιαζομένη [δέ] ὁ λόγος διὰ τοῦ πνεύματος καὶ φωτίζων, ἁγιαζόμενος δὲ οὐδαμῶς , κτίσις γὰρ καὶ οὑ κτίσμα. ἀλλὰ ἐνταῦθα τὸ ἁγιάζεσθαι, ἔνθα καὶ τὸ σεσωματῶσθαι, καὶ διῄρηται μὲν τὰ πράγματα, ἥνωται δὲ κατὰ τὴν τῆς σαρκὸς πρὸς θεοτητα ἑνωσιν, ὤστε μὴ διαστέλλεσθαι ἕτερον τὸν ἁγιάζοντα καὶ ἐστιν ἁτιασμός.

Note 32 K. M. ∏. 2: εκκλησιαστικὴ δὲ ὁμολογία καὶ κομοσωτήριος πίστις ἡ περὶ τῆς τοῦ λόγου σαρκώσεως, δόντος μὲν ἑαυτὸν ἀνθρωπίνῃ σαρκί, ῆν ἐκ Μαρίας προσελάβετο, μείναντος δὲ ἐν ταυτότητι καὶ μηδεμίαν θείαν μετακίνησιν μηδὲ ἀλλοίωσιν ὑποστάντος, συναιτεθέντος δὲ πρὸς τὴν σάρκα καθ’ ὀνοιωσιν ἀνθρωπίνην, ὥστε τὴν σάρκα πρὸς τὴν θεότητα ἑνωθῆναι, τῆς θεότητος τὸ παθητικὸν τῆν σαρκος ἐν τῇ τοῦ νυστηρίου πληρώσει ἀνῃρηκυίας. μετὰ δέ θανάτου κατάλυσιν περὶ τὴν σάρκα τὴν ἁγίαν ἀπάθεια διηνεκὴς καὶ ἄτρεπτος ἀθανασία, ἀνευλημμένου μὲν τοῦ κατ’ ἀρχην ἀνθρωπίνου κάλλους ἐν τῇ τῆς θεότητος δυνάμει χορηγουμένου δὲ ἐπὶ πάντας ἀνθρώπους ἐν τῇ ς πίστεως οἰκειώσει.

Frag 168: οὐκ ὀκνεῖ δὲ καὶ μετὰ ταῦτα πολεμεῖν ἡ δυσσέγεια ἀλλὰ πρῶτον μὲν ἐπὶ τὸν μακάριον διδάσκαλον τοῦ ἀνδρὸς ὁπλίΖεται. καὶ οὕτος παρῆν συνήγορος ὡς πατρὶ παῖς· ἐπειτα καὶ ἐπ’ αὐτον, ὡς ἧκεν ἐπὶ τὴν τῆς ἐπισκοπῆς διαδοχήν, πολλῇ μὲν ἀποφυγῇ χρησάμενος, κατὰ θεὸν δὲ ἀνευρεθεὶς ὡς καὶ τῷ μακαριῳ ἀνδρὶ τῷ τὴν ἐπισκοπὴν ἐγχειρίσαντι προδεδήλωτο θείαις δηλώσεσιν οὐχ ἕτερον ἒσεσθαι τὸν διάδοχον ἢ τοῦτον. ἐκαλεῖτο μὲν γὰρ ἐκ τοῦ βίου· ἤδη δὲ πρὸς ἀπαλλαγὴν τυγχάνων Ἀθανάσιον ὀνμαστὶ μεὴ παρόντα ἐκάλει. καὶ ὡς ὁ παρὼν ὁνώνυμος ὑπήκουε τῇ κλήσει πρὸς μὲν τοῦτον ἀπεσιώπα ὡς οὐ τοῦτον καλῶν. αὖθις δὲ ἐχρῆτο ῇ κλήσει· καὶ ὡς ταὐτὸ πολλάκις ἐγὶνετο ἀπεσιωπᾶτο μὲν ὁ παρών, ἐδηλοῦτο δὲ ὁ μὴ παρών. καὶ προφητικῶς ἔλεγεν ὁ μακάριος Ἀλέξανδρος· >Ἀτ ἁνάσιε νομίζεις ἐκπεφευγέναι· οὐκ ἐκφευξῃ< δηλῶν ὡς πρὸς τὸν ἀγῶμα ἐκαλεῖτο.

Frag 164: ἐμοὶ καὶ φιλίαας ὑποθεσις ἡ εὐσέβεια καὶ ἔχθρας οὐδενία πρόφασις πρὸς τοὺς εὐσέβειαν φυλάττοντας. μηδὲν παρʹ ἐνοῦ καινὸν ζητείτω τις νῦν υνδ’ ἀποσιώπησιν τῆς ἀληθείας ἀπαιτείτω ὡς ἐκ ταύτης εἰρήνην κατασκευάζων· ὅτι δὲ ἡμῖν οὐδεὶς ἐπάγειν δύναται ταῦτα τὰ κατά τινων λεγόμενα, δῆλόν ἐστιν ἐξ ὧν ἀεὶ γεγράφαμεν, οὔτε τὴν σάρκα τοῦ σωτῆρος ἐξ οὐρανοῦ λέγοντες οὔτε ὁμοούσιον τῷ θεῷ τὴν σάρκα καθό ἐστι σὰρξ καὶ οὐ θεός, θεὸς δὲ καθ’ ὅσον εἰς ἓν πρόσωπον ἥνωται τῇ θεότητι.

Note 33 Ad Dion 9: εἱ δὲ ἓν ἐκάτερόν ἐστι κατὰ τὴν ἕνωσιν καὶ τὴν σύνοδον καὶ τὴν σύνθεσιν τὴν ἀνθρωποειδῆ, ἓν καὶ τὸ ὄνομα τῷ συνθέτῳ προςεφαρμόζεται ἀπό μὲν τῆς θεότητος τὸ ἄκτιστον, ἁπὸ δὲ τοῦ σώματος τὸ κτιστόν, ἀπὸ μὲν τῆς θεότητος τὸ ἀπαθές ἀπὸ δὲ τοῦ σώματος τὸ παθητὸν. Καὶ ὥσπερ ἀκούοντες τοῦ Παύλου τὸν Χριστὸν παθητόν οὐ μερικῶς ἠκούσαμνε οὔτε τὴν θεότηττα παθητὸν ἐνομίσαμεν, οὕτε καὶ το κτιστὸν οὔτε δοὺλην. καὶ πάλιν τὸ ἄκτιστον οὔτε τὴν σάρκα ἀκτιστήν ποιεῖ οὐτε μερικῶς ἐπὶ τῆς θεότητος μόνης λέγεται. ταῦτα δὲ οὕτως φρονοῦντες μενέτωσαν ἐν ἡσυχία τὰς περιττὰς ζητήσεις ἐκκλίνοντες, καὶ ῥηεμάτον ἕνεκα μὴ διαιρῶμεν τὰ δόγματα.

Note 34 C. Diod Frag 134 εἰ μηδὲ ἡ ψυχῆς πρὸς σῶμα κρᾶσις καίτοι ἐξ ἀρχῆς κατὰ συμφυΐαν οὐσια ὁρατήν αὐτὴν διὰ τὸ σῶμα ποιεῖ μηδὲ εἰς τὰ ἂλλα τοῦ σώματος ηηιδιώματα μεταβάλλει, ὥστε καὶ τέμνεσθαι καὶ ἐλλαττοῦσθαι · πόσῳ μᾶλλον ὁ μὴ σώματι συμφυὴς θεὸς ἀνεταβλήτως ἑνοῦται πρὸς σῶμα · καὶ εἰ τὸ σῶμα τοῦ ἀνθρώπου ἐπὶ τῆς ἰδίας φύσεως μένει, καὶ τοῦτό γε ἐψυχομένον, οὐδὲ ἐπὶ τοῦ Χριστοῦ τὸ σῶμα ἡ σύγκρασις υήτε μετέβαλεν ὡς μὴ εἶναι σῶμα

Note 34 C. Diod Frag 137 τὸ λυθέντα ναὸν τουτέστι τὸ σῶμα τοῦ ἀνιστάντος αὐτὸν εἶπεν ὁ Ἰωάννης · πάντως δέ τὸ σῶμα ἕν ἑστι πρὸς αὐτὸν κὶ οὐκ ἄλλος τις παρʹ αὐτοῖς · εἰ δὲ ἓν πρὸς τὸν κύριον γέγονε τὸ σῶμα τοῦ κυρίου, τοῦ σώματος ἴδια αὐτοῦ κατέστη διὰ τὸ σῶμα.

Note 35 Frag 164 ἐμοὶ καὶ φιλίαας ὑποθεσις ἡ εὐσέβεια καὶ ἔχθρας οὐδενία πρόφασις πρὸς τοὺς εὐσέβειαν φυλάττοντας. μηδὲν παρʹ ἐνοῦ καινὸν ζητείτω τις νῦν υνδ’ ἀποσιώπησιν τῆς ἀληθείας ἀπαιτείτω ὡς ἐκ ταύτης εἰρήνην κατασκευάζων· ὅτι δὲ ἡμῖν οὐδεὶς ἐπάγειν δύναται ταῦτα τὰ κατά τινων λεγόμενα, δῆλόν ἐστιν ἐξ ὧν ἀεὶ γεγράφαμεν, οὔτε τὴν σάρκα τοῦ σωτῆρος ἐξ οὐρανοῦ λέγοντες οὔτε ὁμοούσιον τῷ θεῷ τὴν σάρκα καθό ἐστι σὰρξ καὶ οὐ θεός, θεὸς δὲ καθ’ ὅσον εἰς ἓν πρόσωπον ἥνωται τῇ θεότητι.

Note 36 Frag 12: καὶ ἐν ἑαυτῷ μὲν ἐνερτοῦν εἰδὼς τὸ πνεῦμα τοιαύτην ἐνέργειαν, οἵα καὶ χωρισθείν ἄν, θεῖον ἡγῇ σαὐτόν, ὡς καὶ ἀπὸ τοῦ χρωτὸς ἀποφερόμενον ὕφασμα δύνασθαι νόσους ἰᾶσθαι · τό ἀχωρίστως θεῷ συναφθὲν καὶ ταὐτὸν ἐκείνῳ διὰ τὴν ἕνωσιν τὴν οὐσιώδη γενόμενον, >ὀ λόγος γάρ φυσι σὰρξ ἐγένετο< τοῦτο οὐ θεῖον οὐδὲ θὲον ὑπείληφας;

Note 37 frag 36: δοκιμαζέτω ὁ κρίνειν ἐπεσκεμμένος τὸν εὐσεβέστερον ( λόγον), εἴστε καθὼς ἡμεῖς φαμεν ἡ δόξα οἰκονομικῶς κατασκηνοῖ ἐντῇ γῇ ἡμῶν, εἴτε καθὼς ἐκεῖνός φυσιν οὐχὶ ἐπίκτητος ἐπὶ τῇ εὐεργεσία γίνεται ἡ σὰρξ τῇ θεότητι ἀλλὰ συνουσιωμένη καὶ σύμφυτος.

Note 38 frag 163: εἰ δέ τις ἢ δύο πρόσωπα λέγει τὸν υἱὸν ἢ τὴν σάρκα ὁμοούσιον τῷ θεῷ καὶ οὐ τῇ ἡμετέρα σαρκὶ ἢ ἐξ οὐρανοῦ καταβεβηκυῖαν νὴ τῷ ἐξ οὐρανοῦ προσειλημμένην, παθητὴν λέγων τὴν θεότητα, ἀναθεματιζέσθω.

Note 38 From Page 263: ἀνάθεμα ούν ὁ μὴ λέγων ἐκ τῆς Μαρίας την σάρκα καὶ τῆς ἀκτίστου φύσεως λέγων αὐτὴν καὶ ὁμοούσιον τῷ θεῷ · ἀλλὰ καὶ ὁ λέγων τὴν θεότητα παθητὴν καὶ ἐξ αὐτῆς τὰ πάθη τὰ ψυχικά.

Note 38 frag. 181 ὅτι τῇ ἑνώσει τῇ πρὸς το;;ν θεὸν λόγον θεολογουμένη καὶ τῷ θεῷ ὁμοούσοις ὁμολγυομένη ἡ τοῦ κυρίου σὰρξ τῇ φύσει μένει ἀνθρωπίνη καὶ ἡμῖν ὁμοούσιος.
καὶ πάλιν ἐκ προσώπου τοῦ κατηχηθέντος ὑπ’ αὐτοῦ καταφρονίου λέγει οὕτως ·
ὅτι τῇ ἑνώσει ταὐτόν τῷ λόγῳ τοῦ θεοῦ ὁμολογεῖσθαι ὁφείλει καὶ ὡς λόγος θεολεγεῖσθαι καὶ ὡς λόγος προοσκυνεῖσθαι καὶ ὡ λόγος ὁμοούσιος τῷ θεῷ πιστεύεσθαι.

Note 38 Page 287: Τοὺς δὲ τὴν ἀκρως ἡνωμμένην σάρκα τῷ λόγῳ καὶ μηδέποτε αὐτοῦ χωριζομένην λέγοντας ἤ διδάσκοντας ὁμοούσιον τῷ θεῷ, τουτέστιν τῇ ἀσωμάτῳ οὐσίᾳ τούτους ὡς διχοστασίας καὶ σκάνδαλα παρὰ τὴν διδαχήν, ἥν ἐξ ἀρχῆς ἐμάθομεν, ποιοῦντας ταῖς ἐκκλησίαις ἐκκλίνομεν κατὰ τὴν ἀποστολικὴν παραγγελίαν καὶ ἀλλοτρίους ἡγούμεθα διὰ τὸ ἐναντιοῦσθαι τῇ ἀρχαιᾳ παραδόσει καὶ τῇ ἐκκλησιαστικῇ εἰρήνῃ.

Note 38 Page 278: ἅπερ θεασάμενος σύ, ὀ κύριός μου Ὁμόνιος, γράψας ἐπέδοκας αὐτῷ πιττάκιον περιέχον οὔτως ·
>Ἐγὼ Ὁμόνιος ἐπισκοπος ὁμολγῶ ὅτι ὁ λόος τοῦ θεοῦ
>σάρκα ἐκ Μαρίας ἔλαγεν ἡμῖν ὁμοούσιον· εἰ δέ τις λέγει
>τὴν σάρακα τὴν ἑνωθεῖσαν τῷ κυρίῳ καθ’ οἶον φήποτε
>λόγον ὁμοούσιον τῷ θεῷ, ἀναθεματίζομεν<
Ἐπεὶ οὖν τὴν μὲν φύσιν τῆς σαρκὸς καλῶς ὡμολόγηεσας ἡμῖν ὁμοούσιον αὐτὴν ὑπάρχειν εἰπών, τὴν δὲ πρὸς τὸν σαρκωθέντα λόγον ἄκραν ἕνωσιν αὐτῆς ἀνεθεμάτισας κατὰ μηδένα λόγον συνουσιῶσθαι αὐτὴν τῇ θεότητι γράψας, ἀλλ’ ἕνωσιν μόνον ὀνομάσας, τοιαύτην δ’ ἕνωσιν, οἵα καὶ ἀνθρώπου γένοιτ’ ἀν ἁγίου πρὸς τὸν θεόν, οὐκ εἰς μίαν ζωήν τε καὶ ὑπόστασιν συναπτομένου, αλλ’ ἐν χωρισμῷ τῆς θείας φύσεως θεωρουμένου καίτοι τοῦ μακαρίου ἐπισκοπου διδασδάλου ἡμῶν Ἀπολλιναρίου εἰπόντος ἐν διαφόροις λογοις
>ἐπικοινωμεῖν τὴν σάρκα τοῦ κυρίου τοῖς τοῦ λόγου ὀνό-
>μασί τε καὶ ἰδιώμασιν, μένουσαν καὶ ἐν τῇ ἑνώσει σάρκα
>μὴ μεταβαλλομένην μηδὲ ἐξισταμένην τῆς ἰδίας φύσεωσ
>καὶ τὸν λὸγον ἐπικοινωνεῖν τοῖς τῆς σαρκὸς ὀνὸμασί τε
>καὶ ηηιδιώμασι μένοντα καὶ ἐν τῇ σαρκώσει λ’γον καὶ θεὸν
>μὴ τραπέντα μηδὲ μεταπεσόντα εἰς τὴν σώματος φύσιν<
καταξίσον δηλῶσαι ἡμῶν ἀνεθεμάτισας ταῦτα ἢ ἐπιστάμενος μέν ὡς μὴ καλῶς δὲ κεἰρημένα καὶ αὐτὰ ἐξέβαλες λαὶ ἡμᾶς κατά τὸπον διέβαλες ὡς αἵρεσιν παραδεξαμένος τῇ εὐσεβεία; ἔφη γἀρ.

Note 39 frag 178: οὐ γέγονε διφυσης ἢ διθελὴς σαρκωθεις ὁ λόγος κατὰ τὴ τῶν Αἰγυπτίων καὶ Καππαδοκῶν καὶ Ῥωμαίων ταυτονομιαν, ἀλλὰ σύνθετος. οὐ γὰρ ποσότητι φύσεων ἐπηυξήθη σαρκωθείς, <ἀλλ’> ἐξ ἁπλοῦ γέγονε σύνθετος, τ&ης οἰκείας φυσικῆς κατ’ οὐδένα τρόπον μονάδος ἐκστάς. εἰ δὲ ταύτης οὐχ ὑπέμεινεν ἐκστασιν, μίαν αὐτοῦ δὴ σαφῶς ὡς ἑνὸς τήν τε φύσιν καὶ τὴν θέλησιν καὶ τήν ἐνέργειαν μεγάλῃ κερύττομεν τῇ φωνῇ.

Note 40 Frag 180: Ἰουλιεανοῦ μαθητοῦ Ἀπολλιναρίου ἐκ τῆς πρὸς Πολέμωνα τὸν συμμαθητὴν ἀντιγράφου ἐπιστλῆς·ἐκ κινητικοῦ καὶ ἀκινήτου, ἐνεργητικοῦ τε καὶ παθητικοῦ τὸν Χριστὸν εἶναι μίαν οὐσίαν καὶ φύσιν σύνθετον ἑνί τε καὶ μόνῳ κινουμένην θελήματι, καὶ μιᾷ ἐνεργείᾳ τά τε θαύματα πεποιηκένει καὶ τὰ πάθη, μόνος καὶ τρῶτος ὁ πατὴρ ἡμῶν Ἀπολλινάριος ἐφθέγζατο, τὸ κεκρυμμένον πᾶσι καταφωτίσας μυστήριον, ὡς ἑν καὶ μόνον οὐσίας μινάδι τιμήσας καὶ φύσεως, και τοὺς κομψίᾳ λόγων αὐτὸ διαιροῦντας ἀλλοτρίους τῆς ἐν αὐτῶ, κεκρυμμένης σοφίας ἀποδείξας 

Note 40 Page 286: ὁμολογῶ τὸν κύριον Ἰησοῦν Κριστὸν ἐξ αἰῶνος μὲν ἄσαρκον θεὸν λόγον, ἐπ’ ἐσχάτων δὲ αἰώνων σάρκα ἐξ ἁγίας παρθένου  ἑνώσαντα ἑαυτῷ, εἶναι θεὸν καὶ ἄνθρωπον, ἕνα καὶ τὸν αὐτόν, ὑπόστασιν μίαν σύθετον καὶ πρόσωπον ἓν ἀδιαίρετον, 

Note 41 Ad Jov. 1 Page 251: ὉΜΟΛΟΓΜΕΝ τὸ υἰὸν τοῦ Θεοῦ, τον” πρὸ αἰώνων ἀιδίως γεννηθέντα, ἐπ’ ἐσχάτων τῶ αἰώνων διὰ τὴν ἡετέραν σωτηρίαν ἐκ Μαρίας γεγεννῆσθαι κατὰ σάρκα, ὡς ὁ θεῖος ἀποστολος διδάσκει λέγων >ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸ τὸν υἰὸν αὐτοῦ, γενόμενον ἐκ γυναικόσ< καὶεἷναι τὸν αὐτὸν υἱὸν θεοῦ καὶ θεὸν κατᾶ πνεῦμα, υἰὸν δὲ ἀνθρώπου κατὰ σάρκα, οὐ δύο φύσεις τὸν ἕνα υἱόν, μίαν πρσκυνηττὴν καί μίαν ἀποσκύνητον, ἀλλὰ μίαν φύσιν τοῦ θεοῦ λο;γου σεσαρκωμένην καὶ προσκυνουμένην μετὰ τῆς σαρλὸς αὐτοῦ μιᾷ προσκυνήσει · οὐδὲ δύο υἱούς, ἄλλον μὲν υἱὸν θεοῦ ἀληθινὸν καὶ προσκυνούμενον, ἄλλον δὲ ἐκ Μαρίας ἄνθρωπον μεὴ προσκυνούμενον, κατὰ χάριν υἱὸν θεοῦ γενόμενον, ὡς καὶ ἄνθρωποι, ἀλλά τὸν ἐκ θεοῦ, ὡς ἔφην, ἕνα υἱὸν θεοῦ καὶ τον αὐτὸν καὶ οὐκ ἄλλον καὶ ἐκ Μαρίας γεγεννῆσθαι κατὰ σάρκα ἐπ’ ἐσχάτον τῶν ἡμερῶν · ὡς ὁ ἄγγελος τῇ θεοτόκῳ Μαρίᾳ λεγούσῃ >πῶς τοῦτο ἔσται, ἐπει ἄνδρα οὐ γινώσκω;< ἐλεγε >πνεῦμα ἅγιον ἐπελεῦσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι · διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ<

Note 42 frag. 119: ἄλλης καὶ ἄλλης οὐσίσιας μίαν εἶναι καὶ τήν τὴν αὐτὴν προσκύνησιν ἀθέμιτον, τουτέστι ποιητοῦ καὶ ποιήματος, θεοῦ καὶ ἀνθρώπου. μία δὲ ἡ προσκύνησις τοῦ Χριστοῦ, καὶ κατά τοῦτο ἐν τῷ ἑνι ὀνόματι νοεῖται θεὸς καὶ ἀνθρωπος. οὐκ ἄρα ἄλλη καὶ ἀ;λλη οὐσία θεὸς καὶ ἄνθρωπος. ἀλλὰ μία σύνθεσιν θεοῦ πρὸς σῶμνα ἀνθρώπινον.

Note 42 frag. 158: Τί οὖν; οὐχὶ καί θεὸς καὶ ἄνθρωπός ἐστιν ὁ Χριστός; ἢ θεὸν σὺ λέγεις τὸν Χριστὸν ἀρνούμενος αὐτὸν καὶ ἄνθρωπον εἶναι;
       λέγει τάδε·
οὐκ ἐν δύο οὐσίαια ἀλλ’ ἐν μιᾷ.

Note 43 frag.εἰ ἄνθρωπος ἐξ ὁλοκλήρου καὶ θεὸς ὁ αὐτός, τὸν μὲν ἀνθρωπον ὁ εὐσεβὴς νοῦς οὐ προσκυνῶν, τὸν δὲ θεὸν προσκυνῶν, εὑρεθήσεται τὸν αὐτὸν προσκυνῶν καὶ μὴ προσκυνῶν, -‘περ ἀδύνατον, Καὶ αὐτος ἑαυτὸν ὀ μὲν ἀνθρωπος οὐχ ἡγούμενος προκυνητόν (οὐ γὰρ ἀσεβήσει)· ὁ δὲ θεὸς εἰδὼς ἑαυτὸν προσκυνητόν· ἀδύνατον δὲ τὸν αὐτὸν καὶ προσκυνητὸν ἑαυτὸν εἰδέναι καὶ μή. ἀδύτον ἄρα τὸν αὐτὸν εἶναι θεόν τε καὶ ἄνθρωπον ἐξ ὁλοκλήρου, ἀλλ’ ἐν μονότητι συγκράτου φύσεως θεϊκῆς σεσαρκωμένησ· ὥστε πρὸς θεὸν ἀφορᾶν ἀχώριστον τῆς σαρκὸς τοὺς προσκυνοῦντας καὶ μὴ ἀφορᾶν εἰς ἕνα μὲν οὐ προσκυνητόν, εἰς ἕτερον δὲ προσκυνητόν· μηδὲ ἐν αὐτῷ εἶναι τὸνμὲν οὐκ ἀνεχόμενον προσκυνεῖσθαι, τ ὸν δὲ προσδεχόμενον τὴν ἐπὶ σωτηρίᾳ τῶν προσκυνούντων προσκύνησιν· ἀλλ’ ἕνα εἶναι τῷ ὄντι κατὰ τὴν μίαν οὐσίαν καὶ οὐδαμῶς δύο τινὰς ἐν προσώποις ὐφεστῶσι κατ’ ἴδια μέτρα καὶ ἰδίας ἀξίας.

Note 44 Ad Dion. 2 Page 257: οἱ δὲ τὸν ἐξ οὐρανοῦ θεὸν ὁμολογοῦτες ἐκ τῆς παρθένου σεσαρκῶσθαι καὶ ἕνα εἶναι μετὰ τῆς σαρκὸς μάτην παράσσουσιν, εἰς τὰ ῥήματα τῆς ἐκείνων ἀσεβείας ἐκφερόμενοι. λέγουσι γὰρ καὶ αὐτοί, ὡς ἀκούω, δύο φύσεις, καίτοι τοῦ Ιωάννου σαφῶς ἕνα ἀποδείξαντος τὸν κύριον ἐν τῷ λέγειν >ὁ λόγος σὰρξ ἐγένετο< καὶ τοῦ Παύλου ἐν τῷ λέγειν >εἶς κύριος Ἰησοῦς Χριστός, δί οὗ τὰ πάντα< εἰ γὰρ >εἷς< ὁ ἐκ τῆς ἁγίας παρθένου τεχθεὶς ὠνομασται καὶ αὐτός ἐστι >δί οὗ τὰ πάντα γέγονε<, μία φύσις ἐστίν, ἐπειδὴ πρόσωπον ἒν οὐκ ἒχον εἰς δύο διαίρεσιν, ἐπεὶ μηδὲ ἰδία φύσις τὸ σῶμα καὶ ἰδία φύσις ἠ θεότης κατὰ τὴν σάρκωσιν, ἀλλ’ ὥσπερ ἄνθρωπος μία φύσις, οὕτω καὶ ὁ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος Χριστός.

Note 45 frag. 129: εἰ ἄνθρωπος καὶ ψυχὴν ἔχει καὶ μένει ταῦτα ἐν ἑνότητι ὄντα· πολλῷ μᾶλλον ὁ Χριστὸς θεότητα ἔχων μετὰ σώματος ἔχει ἑκάτερα διαμένοντα καὶ μὴ συγχεόμενα.

Note 46 frag 186: Περι δὲ τῆς σαρκώσεως τοῦ λόγου καὶ τῆς πίστεωος · πιστεύομεν εἰς τὸν κύριον ἡμῶν Ἰησουν Χριστόν, τὸν ἐκ τῆς πραθένου Μαρίας γεννηθέντα, ὅτι αὐτός ἐστιν ὁ τοῦ Θεοῦ ἀίδιος υἱὸς, ἵνα ᾖ ἕτερος παῥ αὐτόν ἀλλὰ θεὸς ὢν τέλειος γέγονεν ἅμα καὶ τέλειος ἄνθρωπος σαρκωθεὶς ἐκ παρθένου. 

Note 46 K. M. ∏. 28: ἐτι ὁμολογοῦμεν τὸν υἰὸν τοῦ θεοῦ υἰὸν ἀνθρώπου γεγενῆσθαι, οὐκ ὀνόματι ἀλλὰ ἀληθείᾳ, προσλαβόντα σάρκα ἐκ Μαρίας παρθένου, καὶ εἶναι τέλειον αὐτὸν υἱὸν θεοῦ καὶ αὐτὸν υἱὸν ἀνθρώπου, ἓν πρόσωπον καὶ μίαν τὴν προσκύνησιν τοῦ λόγου καὶ τῆς σαρκὸς ἣν ἀνέλαβεν. καὶ ἀναθεματίζομεν τοὺς διαφρωπίνην, καὶ προσκυνοῦντας τὸν ἐκ Μαρίας ἄνθρωπον ὡς ἕτερον ὄντα παρὰ τὸν ἐκ θεοῦ θεόν. οἴδαμεν γὰρ ὅτι >ἐν ἀρχῇ μὲν ἦν ὁ λόγος καὶ ὁ λόγος ἦ πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγοσ< γεγόμενον δὲ αὐτὸν ἄνθρωπον διὰ τὴν ἠμετέραν σωτηρὶαν προσκυνοῦμεν οὐχ ὡς ἴσον ἐν ἴσῳ γενόμενον τῷ σώματι, ἀλλ’ ὡς δεσπότην προσλαβόντα τὴν τοῦ δούλου μορφήν.

Note 47 Page 242: Θεου ἐνεργήσαντος ἀνθρώπῳ ἀποτελεῖται προφήτης ἤγουν ἀπόστολος, οὐ σωτὴρ κόσμου. Χριστὸς δὲ σωτὴρ κόσμου· οὐκ ἄρα θεοῦ ἐνεργήσαντος ἀνθρώπῳ ἀπετελέσθη Χριστός. Πᾶς ἄνθρωπος έρος κόσμου καὶ οὐδὲν μέρς κόσμου αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, ὑφ’ ᾗ καὶ αὐτος κεῖται. Χριστὸς δὲ αἴρει· οὐκ ἄρα ἀνθρωπος ὁ Χριστός. 

Note 49 Page 196: οὐδὲν γὰρ προσκυνητὸν οὐδὲ σωτήριον ἐκτὸς τῆς θείας τριάδος, ἀλλὰ περιττή τις καὶ ἄκαιρος αὐτοῖς ἀποδευχθήσεται ἡ σάρκωσις, ψεῦδος δὲ εὑρεθήσεται κατ’ αὐτοὺς καὶ τὰ τῶν θείν γραφῶν, οἷον τὸ >ὁ λόγος σὰρξ ἐγένετο< καὶ τὸ >ἐτέχθη ἡμῖν σήμερον σωτὴρ Χριστὸς κύριος ἐν πόλει Δαβίδ<, ψυδος δὲκαὶ τό >θεὸς ἰσχυρὸς< καὶ τὸ >παιδίον< καὶ πάντα τὰ τούτοις ὅμοια, ἀλλ’ οὐδὲ θεοτόκος ἡ παρθένος ἔτι πιστευθήσεται, ὅπερ ἀθέμιτον καὶ ἀσεβὲς τὸ τοιοῦτον καὶ ἀλλότριον πάσης θεοσεβοῦς ψυχῆς· ἀνατραπήσεται γὰρ αὐτοῖς πᾶσα ἐλπὶς Χριστιανῶν καὶ αὐτὸς ὁ Χριστιανισμὸς εἰς οὐδὲν λογισθήσεται. οὐδὲ γὰρ τὸ μέγα καὶ τίμιον δῶρον τὸ Χριστιανῶν, τὸ εἰς τὸν θάνατον τοῦ Χριστοῦ τελούμενον Λοτρον, Θεῖόν τι Λοισθήσεται ἀλλὰ ἀνθρώπινον, εἴγε οὐδὲ ἐναρίθμιός ἐστι τῇ θείᾳ τριάδι ἡ σαρκωσις τοῦ κυρίου ἡμῶν Ἰησου Χριστοῦ.

Note 49 Page 251f: Ad Jovian 1  ὉΜΟΛΟΓΜΕΝ τὸ υἰὸν τοῦ Θεοῦ, τον” πρὸ αἰώνων ἀιδίως γεννηθέντα, ἐπ’ ἐσχάτων τῶ αἰώνων διὰ τὴν ἡετέραν σωτηρίαν ἐκ Μαρίας γεγεννῆσθαι κατὰ σάρκα, ὡς ὁ θεῖος ἀποστολος διδάσκει λέγων >ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸ τὸν υἰὸν αὐτοῦ, γενόμενον ἐκ γυναικόσ< καὶεἷναι τὸν αὐτὸν υἱὸν θεοῦ καὶ θεὸν κατᾶ πνεῦμα, υἰὸν δὲ ἀνθρώπου κατὰ σάρκα, οὐ δύο φύσεις τὸν ἕνα υἱόν, μίαν πρσκυνηττὴν καί μίαν ἀποσκύνητον, ἀλλὰ μίαν φύσιν τοῦ θεοῦ λο;γου σεσαρκωμένην καὶ προσκυνουμένην μετὰ τῆς σαρλὸς αὐτοῦ μιᾷ προσκυνήσει · οὐδὲ δύο υἱούς, ἄλλον μὲν υἱὸν θεοῦ ἀληθινὸν καὶ προσκυνούμενον, ἄλλον δὲ ἐκ Μαρίας ἄνθρωπον μεὴ προσκυνούμενον, κατὰ χάριν υἱὸν θεοῦ γενόμενον, ὡς καὶ ἄνθρωποι, ἀλλά τὸν ἐκ θεοῦ, ὡς ἔφην, ἕνα υἱὸν θεοῦ καὶ τον αὐτὸν καὶ οὐκ ἄλλον καὶ ἐκ Μαρίας γεγεννῆσθαι κατὰ σάρκα ἐπ’ ἐσχάτον τῶν ἡμερῶν · ὡς ὁ ἄγγελος τῇ θεοτόκῳ Μαρίᾳ λεγούσῃ >πῶς τοῦτο ἔσται, ἐπει ἄνδρα οὐ γινώσκω;< ἐλεγε >πνεῦμα ἅγιον ἐπελεῦσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι · διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ<

Ad Jovian 2: ὁ τοίνυν γεννηθεὶς ἐκ τῆς παρθένου Μαρίας υἰὸς θεοῦ φύσει καὶ θεὸς ἀληθινος, καὶ οὐ χάριτι καὶ μετουσίᾳ, κατὰ σάρκα μόνον τὴν ἐκ Μαρὶας ἄνθρωπος, κατὰ δὲπνεῦμα ὁ αὐτὸς υἱὸς θοῦ καὶ θεὸς παθὼν μὲν τὰ ἡμέτερα πάτθη κατὰ σαρκὶ, ὡς γέγραπται >Χριστοῦ παθόντος ὑπερ ἡμῶν σαρκί< καὶ πάλιν >ὅς γε τοῦ ἰδίου υἰοῦ οὐκ ἐφείσατο, αλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν<. ἀπαθὴς δὲ διαμείνας καὶ ἀναλλοίωτος κατὰ τὴν θεότητα κατὰ τὸ λεγόνενον ὑπὸ τοῦ προφήτου >ἐγὼ θεὸς καὶ οὐκ ἠλλοίωμαι< ἀποθανὼν μὲν τὸν ἡμέτερον θάνατον κατὰ σάρκα ὑπὲρ τῶν ἁμαρτιῶν ἡῶν, ἵνα τὸν θάνατον ἀνέλῃ διὰ τοῦ ὑπὲρ ἡμῶν θανάτου, κατὰ τὸν λέγοντα ἀπόστολον >κατεπόθη ὁ θάνατος εἰς νῖκος· π οῦ σου θάνατε τὸ νῖκος; ποῦ σου ᾅδη τὸ κέντρον;< καὶ πάλιν >Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τάς γραφάσ< ἀθάντος δὲ καὶ ἀκράτητος τῷ θανάτῳ διαμεινας διὰ τὴν θεότητα, ὡς ἀπαθὴς τοῦ πατρὸς δύναμις, κατὰ τὸν λέγοντα Πέτρν >οὐ γὰρ ἧν, φησι, δυνατὸν κρατεῖσθαι αὐτου ὑπὸ τοῦ θανάτου<. ἀνελθὼν εἰς οὐρανοὺς καὶ καθήμενος ἐκ δεξιο&ν τοῦ πατρὸς κατὰ τὴν ἀπὸ γῆς [εἰς οὐρανοὺς] ὑψουμένην σάρκα τοῦ λόγου κατὰ τὸ λεγόμενον ὑπὸ τοῦ Δαβίδ >εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου< καὶ ὑπ’ αὐτοῦ τοῦ κυρίου βεβαιούμενον καὶ τῶν ἀποστόλων· κατὰ δὲ τὴν θεότητα ἀπεριληπτος πάντα τόπον περιέχων μετὰ τοῦ πατρὸς  ἐξ ἀιδίου ὡς πατρικὴ καὶ ἄρρητος δύναμις κατὰ τὸν διδάσκοντα Παῦλον >Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία< ἐρχόμενος ὁ αὐτὸς υἱὸς θεοῦ καὶ θεὸς, ὡς ἐπηγγείλατο, κρῖναι Ζῶντας καὶ νεκρούς, ὥς φησι ὁ ἀπόστολος >τοῦ κρίνοντος τὰ κρυπτὰ τοῦ σκότους καὶ φανεροῦντος τὰ κρυπτὰ τῶν καρδιῶν καὶ τὸν ἔπαινον καὶ τὴν μέμψιν κατ’ ἀξίαν φέροντος ἑκάστῳ<.

Note 50 frag. 50: ἀλλ’ ἐπειδὴ βούλεται αὐτὴν τὴν τεχθεῖσαν σάρκα θεότητα εἶναι και κατασκευάσαι οὐκ ἐν σαρκὶ πεφηνέναι τὸν θεὸν λέγει ἀλλὰ θεὸν ἔνσαρκον πρὸ αἰώνων ὄντα μετὰ ταῦτα διὰ γυναικὸς τετέχθαι καὶ πρὸς τὴν τῶν παθημάτων πεῖπαν κατὰ τὴν τῆς φύσεως ἀνάγκενν ἐλθεῖν.

Note 51 frag 52: οἱ δὲ ἐν σχήματι πίστεως ἄπιστοι τῷ ἐκ γυναικος τεχθέντι θεῷ καὶ σταυρωθέντι πρὸς Ἰουδαίων ὁμοίως ἐκείνοις ἐπαισχύνονται · διὸ καὶ αὐτὸς ἐπαισχυνθήσεται αὐτούς·

Note 51 frag 95: ἀνθρώπου θάνατος οὐ καταργεῖ τὸν θάνατον οὐδὲ ἀνίσταται ὁ θεὸς ἀπέθαν, καθό (φησιν) οὐκ ἦν δυνατὸν κρατεῖσθαι τὸν χριστὸν ὑπὸ τοῦ θανάτου.

Note 52 frag 93: οὐ δὺνατια σώΖειν τὸν κόσμου ὁ ἄνθρωπος μένων καὶ τῇ κοινῇ τῶν ἀνθρώπον φθορᾷ ὐποκείμενοσ· ἀλλ’ οὐδὲ ὑπό θεοῦ μὴ ἐπιμιχθέντος ἡμῖν σωΖόμεθα. μιγνυται δὲ σὰρξ γενόμενος τουτέστιν ἄνθρωπος, καθὼς τὸ εὐαγγέλιον λέγει, ὅτε σὰρξ ἐγένετο, τότε αὐτὸν ἐν ἡμῖν ἐσκηνωκέναι. ἀλλ’ οὐδὲ λύει τὴν τῶν ἀνθρώπων ἁμαρτίαν μὴ γενόμενος ἀνθρωπος ἀναμάρτητος οὐδέ τὴν κατὰ πάντων ἀνθρώπων τοῦ θανάτου βασιλείαν καταλύει, εἰ μὴ ὡς ἄνθρωπος ἀπέθανε καὶ ἀνέστη.

Note 53 K. M. ∏, page 171: Κεπγάλαιον δὲ τῆς σωτερίας ἡμῶν τοῦ λόγου σάρκωσις. πιστεύομεν οὖν ἀναλλοιώτου μενούσης τῆς θέτητος τὴν σάρκωσιν τοῦ λόγου γεγενῆσται πρὸς ἀνακαίνωσιν τῆς ἀνθρωπότητος. οὔτε γὰρ ἀλλαξις οὔτε μετακίνησις οὔτε περικλεισμὸς ἐν πνεύματι γέγονεν περὶ τὴν [ἁγίαν] τοῦ θεοῦ δύναμιν, ἀλλ’ ἡ αὐτὴ διαμένουσα καὶ τὸ τῆς σαρκώσεως ἔργον ἐπλήρωσεν εἰς τὴν τοῦ κόσμου σωτηρίαν κ αὶ κατ” τὸ ἀνθρώπινον ἐπὶ γῆς πολιτευσάμενος ὁ τοῦ θεοῦ λόγος τὴν θεϊκὴν ἐπὶ πάντα παρουσὶαν ὁμοίως δειφύλαξεν, πάντα πεπληρωκὼς ἰδέως τε τῇ σαρκὶ συγκεκραμένος, καὶ τῶ περὶ σάρκα παθῶν γινομένων τὴν ἀπάθειαν ἡ δύναμις εἶχεν τὴν ἑαυτῆς.

Note 56 De Fid. et Incarn. frag. 199: ἡμῖν δὲ ὁμολογητέον υἱὸν θεοῦ καὶ ἀλεθινὸν τὸν πρὸ αἰῶνς, τὸν ὁμοούσιον τῷ πατρὶ Χριστὸν Ἰησοῦν, τὸν κύριον ἡμῶν, ὃν ἡ παρθένος ἐγεννησε σωτῆρα καὶ λυτρωτήν. καὶ οὐκ ἀφορίζεται τῆς προσκυήσεως ἡ σὰρξ αὐτοῦ. ἀδύτατον γὰρ μὴ διοριζομένης τῆς θείας ζωῆς διορίζεσθαι τὰ τῆς προσκυνήσεωσ· [οὐκοῦν ἐν τῇ ἑνώσει τοῦ λόγου πρὸς τὴν ἔμψοχον καὶ λογικὴν αὐτοῦ σάρκα ὡς ἑνὶ υἱῷ μία καὶ προσκύνησις προσφέρεται παρ ‘ ἡμῶν] ὡς ὁ εὐαγγελιστὴς μίανν ζωήν τοῦ λόγου καὶ τῆς σαρκός εὐαγγελιζόμενος >ὁ λόγος< φησι .σὰρξ ἑγένετο<. οὐκοῦν ει σὰρξ ὁ λόγος γέγονεν, τὸν λόγον προσκυνῶν τις τὴν σάρκα προσκυνεῖ καὶ οἱ προσκυνοῦντες τὸνν Χριστὸν Ἰησοῦν ἀπόστολοι τῷ σώματι προσκυνοῦντες τὸν θεὸν λόγον προσεκύνουν. καὶ ἄγγελοι δὲ αὐτῷ διηκόνουν ὡς ἃν ἱδίῳ δεσπότῃ τῷ σώματι προσιόντες,καὶ ἧν θεοτοκος, καὶ Ἰουδαῖοι τὸ σῶμα σταυρώσαντες τὸν θεὸν ἐσταύρωσα, καὶ οὐδεμία διαίρεσις τοῦ λόγου καὶ τῆς σαρκὸς αὐτοῦ ἐν ταῖς θείαις προφέρεται γραφαῖς ἀλλ’ ἔστι μια φύσις, μιὰ ὑποστασις, μια ἐνέργεια ἕν πρόσωπον, ὅλος θεός, ὅλος ἄνθρωπος ὁ αὐτός. 

Note 57 C. Diod Frag 131: εἰ κατὰ θεότητα ἐπὶ χριστοῦ λαμβάνει τις τὸ >ἃ βλέπει τὸν πατέρα καὶ αὐτὸς ποιεῖ< καὶ μὴ κατὰ σάρκα, καθ’ ἣν ἰδιάζει ὁ σαρκωθὲς παρὰ τὸν μὴ σαρκωθέντα πατέρα διαιρεῖ δύο θείας ἐνεργείας · οὐ διαιρεῖται δὲ· οὐκ ἄρα θεότητα λέγει.
εῖτ’ αὗθις καὶ ταῦτα τέθεικεν·

Note 58 De Manif., frag. 109: καὶ τὸ >πάτερ, εἰ δυνατὸν ἀπελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐνοῦ, πλὴν μὴ τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν θέλημα γνέσθω< οὐκ ἄλλου καὶ ἄλλου θελήματος ἔμφασιν ἔχει μὴ συμβαινόντων ἀλλήλοις, ἀλλ’ ἑνος καὶ τοῦ αὐτοῦ, θεϊκῶς μὲν ἐνεργουμένου οἰκονομικῶς δὲ παραιτουμένου τὸν θάνατον, ἐπεὶ θεὸς ἧ σαρκοφόρος ὁ τοῦ το λέγων μεδεμίαν ἐν τῷ θέλειν ἔχων διαφοράν.

Note 59 De Un., 7: καὶ ὅτε λέγει ὅτι >δόξασόν με<, ἀπὸ σώματος ἡ φωνὴ καὶ περὶ σῶμα ὁ δοξασμός, ἐπάγων >τῇ δόξῃ ἐἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί< τὴν ἔνδοξον ἀεὶ θεότητα δηλοῖ, εἰ καὶ ἰδίως θεότητι προσήκει τοῦτο, καίτοι κοίτοι κοινῶς ἑπὶ τοῦ ὅλοου ῥηθέν.

Note 60 frag. 3τὸ μεν” οὖν >κάθου ἐκ δεξιῶν μου< ὡς πρὸς ἄνθρωπον λέγει· οὐ γὰρ τῷ ἀεὶ καθημένῳ ἐπι θρόνου δόξης καθὸ θεὸς λόγος εἴρεται μετὰ τὴν ἄνοδον τὴν ἐκ γῆς · ἀλλὰ τῷ νῦν εἰς τὴν ἐπουράνιον ὑψωθέντι δόξαν καθὸ ἄνθρωπος, ὡς οἱ ἀπόστολοι λέγουσιν >οὐ γὰρ Δαβίδ ἀνέβη εἰς τοὺς οὐρανούς λέγει δὲ αὐτόσ· Εἷπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου< ἀνθρώπινον μὲν τὸ πρόσταγμα, ἀρχὴν  τῇ καθέδρᾳ διδοῦν, θεῖον δὲ τὸ ἀξίωμα τὸ συγκαθῆσθαι θεῷ, ᾧ λειτουργοῦσιν αἱ χίλιαι χιλιάδες καὶ παραστήκουσιν αἱ μύριαι μυριάδες.

Note 61 frag 180: Ἰουλιεανοῦ μαθητοῦ Ἀπολλιναρίου ἐκ τῆς πρὸς Πολέμωνα τὸν συμμαθητὴν ἀντιγράφου ἐπιστλῆς· ἐκ κινητικοῦ καὶ ἀκινήτου, ἐνεργητικοῦ τε καὶ παθητικοῦ τὸν Χριστὸν εἶνια μίαν οὐσίαν καὶ φύσιν σύνθετον ἑνί τε καὶ μόνῳ κινουμένην θελήματι, καὶ μιᾷ ἐνεργείᾳ τά τε θαύματα πεποιηκένει καὶ τὰ πάθη, μόνος καὶ πρῶτος ὁ πατὴρ ἡμῶν Ἀπολλινάριος ἐφθέγξατο, τὸ κεκρυμμένον πᾶσι καταφωτίσας μυστήριον, ὡς ἓν καί μόνον οὐσίας μονάδι τιμήσας καὶ φύσεως, καὶ τοὺς κομψίᾳ λόγων αὐτὸ διαροῦντας ἀλλοτρίους τῆς ἐν αὐτῷ κεκρυμμένης σοφίας ἀποδείξας.

Note 61 frag. 151: οὐδὲ τοῦτο συνιδεῖν ἠδυνήθησαν κατοι πᾶσιν ὂν καταφανές, ὁτι ὁ μὲν θεῖς νοῦς αὐτοκίνητός ἐστι καὶ ταυτοκίνητος, ἄτρεπτος γάρ, ὁ δὲ ἀνθρώπινος αὐτικίνητος μέν, οὐ ταυτοκίνητος δέ, τρεπτὸς  γάρ, καὶ ὅτιπερ ἀτρέπτῳ νῷ τρεπτὸς οὐ μίγνυται νοῦς εἰς ἑνὸς ὐποκειμένου σύστασιν. στασιασθήσεται γὰρ τοῖς τῶν ἐξ ὧν ἐστι διελκόμενος ἐναντίοις θελήμασι· διʹ ἣν αἰτίαν ἡμεῖς ἕνα τὸ Χριστὸν ὁμολογοῦμεν καὶ μίαν ὡς ἑνὸς αὐτοῦ τήν τε φύσιν καὶ τὴν θέλησιν καὶ τὴνἐνέργειαν προσκυνοῦμεν θαύμασιν ὁμοῦ καὶ παθήμασι σώΖουσαν.

Note 62 frag. 107: καὶ πάλιν ὁ αὐτὸς ἀσεβὴς Ἀπολλινάριος ἐν τῷ περὶ τῆς θείας σαρκώσεως λόγῳ ἐν κεφαλαίῳ ιγ’ λέγει τάδε·
ἡ σὰρξ ἐτεροκίνητος οὖσα πάντως ὑπὸ τοῦ κινοῦντος καὶ ἄγοντος (ὁποῖόν ποτε ἂν εἴη τοῦτο) καὶ οὐκ ἐντελὲς οὖσα ζῶον ἀφ’ ἑαυτῆς,, ἀλλ’ εἰς τὸ γενέσθαι ζῶον ἐντελὲς συντεθειμένη, πρὸς ἑνότητα τῷ ἡγεμονικῷ συνῆλθεν καὶ συνετέθη πρὸς τὸ οὐράνιον ἡγεμονικὸν ἑξοικειοθεῖσα αὐτῷ κατὰ τὸ παθητικὸν ἐαυτῆς καὶ λαβοῦσα τὸ θεῖον οἰκειωθὲν αὐτῇ κατὰ τὸ ἐνεργητικόν οὕτω γὰρ ἓν ζῶον ἐκ κινουμένου καὶκινητικοῦ συνίστατο καὶ οὐ δύο ἢ ἐκ δύο τελείων καὶ αὐτοκινήτων διόπερ ἄνθρωπος μὲν ἕτερόν τι ζῶον πρὸς θεὸν καὶ οὐ θεός, ἀλλὰ δοῦλος θεοῦ. χἃν οὐρανίων ᾖ τις δύναμις ὡσαύτως ἔχει· σὰρξ δὲ θεοῦ σάρξ γενομένη ζῶον ἐστι μετὰ ταῦτα συντεθεῖσα εἰς μίαν φύσιν.

Note 63 frag. 176: οἱ τὸν Ἀθανὰσιον ἐπὶ γνώσει θαυμάσαντες, βασιλείου τε καὶ Γρηγρίου εὐγλωττίᾳ κατηδονεσθέντες τῷ τῆς διαιρέσεως κατεπόθησαν  χάσματι σὺν ἐκείνοις τὸν ἕνα Χριστὸν ἤγουν τὴν συντεθεῖσαν σαρκὶ μίαν τοῦ λόγου φύσιν δύο φύσεις ἔχειν νοερὰς αὐτοκινήτους καὶ δύο θελήσεις καὶ τοσαύτας ἐνεργείας ἀποφηνάμενοι. μὴ σκοπήσαντες ὅτι ἡ μία φύσις οὐδέποτε γίνεται διφυὴς οὔτε δυάδι κατατέμνεται θελημάτων πρὸς ἀνομοίους ἐνεργητικάς ἐκφερομένη κινήσεις. ἀλλ’ εἴπερ εἷς ἐστιν ὁ τοῦ θεοῦ λόγος, μία πάντως αὐτοῦ ὡς ἑνὸς λαὶ ἡ φύσις καὶ ἡ θέλησις καὶ ἡ τῶν θαυμάτων τε καὶ παθημάτων ἐνεργητικὴ καθέστηκε κίνησις.

Note 64 Frag 180: Ἰουλιεανοῦ μαθητοῦ Ἀπολλιναρίου ἐκ τῆς πρὸς Πολέμωνα τὸν συμμαθητὴν ἀντιγράφου ἐπιστλῆς·ἐκ κινητικοῦ καὶ ἀκινήτου, ἐνεργητικοῦ τε καὶ παθητικοῦ τὸν Χριστὸν εἶναι μίαν οὐσίαν καὶ φύσιν σύνθετον ἑνί τε καὶ μόνῳ κινουμένην θελήματι, καὶ μιᾷ ἐνεργείᾳ τά τε θαύματα πεποιηκένει καὶ τὰ πάθη, μόνος καὶ τρῶτος ὁ πατὴρ ἡμῶν Ἀπολλινάριος ἐφθέγζατο, τὸ κεκρυμμένον πᾶσι καταφωτίσας μυστήριον, ὡς ἑν καὶ μόνον οὐσίας μινάδι τιμήσας καὶ φύσεως, και τοὺς κομψίᾳ λόγων αὐτὸ διαιροῦντας ἀλλοτρίους τῆς ἐν αὐτῶ, κεκρυμμένης σοφίας ἀποδείξας 

Note 65 De Un., 11: ὅλη γὰρ ἡ ἀνθρωπίνη φύσις ἐν τῷ ἁγίαζεσθαι ἐστὶ καὶ φωτιζομένη, ἁγιάζον δὲ τὸ πνεῦμα καὶ φωτίζων, ἁγιαζόμενος δὲ οὐδαμῶς, κτίστης γὰρ καὶ οὐ κτίσμα. ἀλλὰ ἐνταῦθα τὸ ἁγιάζεσθαι, ἔνθα καὶ τὸ σεσωματῶσσθαι, καὶ διῇρηται μὲν τὰ πράγματα, ἥνωται δὲ κατὰ τὴν τῆ σαρκὸς πρὸς θεότητα ἕνοσιν, ὥστε μὴ διαστέλλεσθαι ἕτερον τόν ἁγιάζόμενον, καὶ αὔτη δὲ ὅλως ἡ σάρκωσίς ἐστιν ἁγιασμός.

Note 66 De Un., 5: ὁμολογεῖται δὲ ἐν αὐτῷ τὸ μὲν εἶναι κτιστὸν ἐν ἑνότητι τοῦ ἁκτίστου, τὸ δὲ ἅκτιστον ἑν συγκράσει τοῦ κτιστοῦ, π φύσεως μιᾶς ἐξ ἑκατέρου μέρους συνισταμένη, μερικὴν ἐνέργειαν καὶ τοῦ λόγου συντελέσαντος εἰς τὸ ὅλον μετὰ τῆς θεϊκῆς τελειότητος, ὅπερ <καὶ> ἑπὶ τοῦ κοινοῦ ἀνθρώπου ἐκ δύο μερῶν ἀτελῶν γίνεται, φύσιν μίαν πληρούντων καὶ ἑνὶ ὀνόματι δηλουμένων, ἐπεὶ καὶ σάρξ τὸ ὅλον καλεῖται, μὴ περιαιρουμένης ἐν τούτῳ τῆς ψυχῆς, καὶ ψυχὴ τὸ ὅλον προσαγορεύεται, οὐ περιαιρουμένου τοῦ σώματος, εἰ καὶ ἕτερόν τι ἐστὶ παρὰ τὴν ψυχήν.

Note 68 C. Diod Frag 134 εἰ μηδὲ ἡ ψυχῆς πρὸς σῶμα κρᾶσις καίτοι ἐξ ἀρχῆς κατὰ συμφυΐαν οὐσια ὁρατήν αὐτὴν διὰ τὸ σῶμα ποιεῖ μηδὲ εἰς τὰ ἂλλα τοῦ σώματος ηηιδιώματα μεταβάλλει, ὥστε καὶ τέμνεσθαι καὶ ἐλλαττοῦσθαι · πόσῳ μᾶλλον ὁ μὴ σώματι συμφυὴς θεὸς ἀνεταβλήτως ἑνοῦται πρὸς σῶμα · καὶ εἰ τὸ σῶμα τοῦ ἀνθρώπου ἐπὶ τῆς ἰδίας φύσεως μένει, καὶ τοῦτό γε ἐψυχομένον, οὐδὲ ἐπὶ τοῦ Χριστοῦ τὸ σῶμα ἡ σύγκρασις υήτε μετέβαλεν ὡς μὴ εἶναι σῶμα

Note 68 Frag 160: τῇ γὰρ ἑνώσει τῇ πρὸς τὸν λόγον θεία ἡ σάρξ οὐ τῇ φύσει· ὥστε ἐν τῇ ἑνώσει καὶ τὸ διαμένειν ἔχει, καθάπερ αὐτός φησι τὸ πνεῦμα εἶναι τὸ ζωοποιοῦν τὴν σάρκα. οὐ γὰρ δὴ καὶ ἀσώματον γενέσθαι σῶμα δυνατόν, ὥσπερ ἀφρόνως ἕτεροι λέγουσιν.
ὁ ἀδελφὸς Ἀγάπιος ἐλθὼν πρὸς ἡμᾶς καὶ ἐπακούσας τοῦ τόμου τοῦ συντεθέντος παρʹ ἡμῶν περὶ τῆς θείας σαρκώσεως τοῦ λόγου ἐκ διαφόρων λόγων τῶν τοῦ τρις μακαρίου διδασκάλου ἡμῶν ἐπισκοπου Ἀπολλιναρίου παρεκάλεσεν μέρος ;αβόντας ἐξ αὐτοῦ ἰδίως ἐκθέσθαι αὐτῷ μεθ’ ὑπογραφῆς ἡμετέρας πρὸς πληροφορι;αν ὑνῶν· καὶ ἐποιήσαμεν τοῦτο Λαβόντες ἐκ τῆς πρὸς Σαραπίωνα γραφείσης ἐπιστολῆς τάδε·

Note 69 Ad Jov., 3 p. 253Εἰ δέ τις παρὰ ταῦτα ἐκ τῶν θείων γραφῶν διδάσκει, ἕτερον λέγων τὸν υἱὸν τοῦ θεοῦ καὶ ἕτερον τὸν ἐκ Μαρίας ἄνθρωπον, κατὰ χάριν υἱοποιηθέντα ὡς ἡμεῖς· ὡς εἶναι δύο υἱός, ἕνα κατὰ φύσιν υἰὸν θεοῦ, τὸν ἐκ θεοῦ, καὶ ἕνα κατὰ χάριν, τὸν ἐκ Μαρίας ἄνθρωπον· ἢ εἴ τις τὴν τοῦ κυρίου ἡμῶν σάρκα ἄνοθεν λέγει καὶ μὴ ἐκ τῆς παρθένου Μαρίας ἢ τραπεῖσαν τὴν θεότετα εἰς σάρκα ἢ συγχυθεῖσαν ἢ ἀλλοιωθεῖσαν, ἢ παθητὴν τὴν τοῦ υἱοῦ θεότητα ἢ ἀπροσκύνητον τὴν τοῦ κυρίου ἡμῶν σάρκα ὡς ἀνθρώπου, καὶ μὴ προσκυνητὴν ὡς κυρὶου καὶ θεοῦ σάρκα, τοῦτον ἀναθεματίζει ἡ καθολικὴ ἐκκλησὶα πειθομένη τῷ [θείῳ] ἀποστόλῳ λέγοντι >>εἵ τις ὑμᾶς εὐαγγελιζεται παρὰ ὃ παρελάβετε, ἀναθεμα ἕστω<<

Note 69 frag 112: Εἰ ὁμοούσιος ὁ λόγος τῷ σώματι, οὐδὲν ἡνώθη αὐτὸ πρὸς ἑαυτό· ἡνώθη δὲ σώματι, οὐκ ἅρα ὁμοούσιος αὐτῷ. Εἰ ὁμοούσιος τῷ λόγῳ τὸ σῶμα, οὐκ ἐθεωρήθη καὶ ἐψηλαφὴθη· ἀμφότερα γὰρ ἀόρατα καὶ ἀναφῆ, ἔπερ ὁμοούσια. φησι δέ Ἰωάννης 》ἐθεασάμεθα καὶ ἐψηλαφήσαμεν《 · οὐκ ἄρα ὁμοούσιον το πνεῦμα τοῦ κυρίου καὶ ἁπτῷ πρὸς ἑνότητα· διὸ καὶ ἐν τούτῳ ὁρατὸς καὶ ἁπτὸς γέγονεν. Ὁ λέγων σῶμα ὁμοούσιον τῷ, βλασπημεῖ <θεὸν> ἀσώματον ὡς σῶμα ἐχοντα. ὅτι ὁ υἱὸς ὁμοούσιος τῷ πατρὶ τὸ ἴδιον ἔχει καὶ ἑνοθεὶς σαρκι· καὶ οὐ διὰ τὸ ὁμοούσιος εἶναι τῷ θεῷ μεμέρισται τοῦ ἰδίου σώματος, ἵνα μὴ τὸ σῶμα ὁμοούσιον νομισθῇ.

Note 69 frag 159: ἐδεξάμην τὸ γράμμα τῆς ἀγάπες σου δέσποτα καὶ εἰς ὅπερ ἐζήτει πρᾶγμα ὁ κομίσας τὴν ἐπιστολὴν τὰ δυνατὰ συνεπράξαμεν αὐτῷ τὴν δὲ ἐπιστολὴν τοῦ δεσπότου μου τὴν εἰς Κόρινθον ἀποσταλεῖσαν σφόδρα ἀπεδεξάμεθα· τῶν δὲ εἰπόντων ὁμοούσιον θεῷ τὴν σάρκα, πολλὴν μανίαν κατέγνωμεν.

Note 69 frag. 162: καὶ αἰττιᾶται μὲν ὁ Ἰωάννη τὸν λύοντα τὸν Ἰησοῦν, οὗτοι δὲ λύουσιν ἄντικρυς, ὁμολογοῦντες τὴν πρὸς τὸ σῶμα συνάφειαν. οὐ γὰρ αὐτο ἑαυτὸ συνάπτεται οὐδὲ ὁμοούσιον ὁμοουσίῳ, καθάπερ οὗτοι λέγειν οὐκ ὤκνησαν. οὐδὲ γὰρ σύνθεσις οὔτε συνάφεια αὕτη· ὅτι μηδὲν αὐτὸ ἑαυτῷ συνάπτεται, ἀλλ’ ἕτερον ἑτέρῳ τὸ συναπτόμενον· Εἰ δὲ ὁμοούσιος μὲν ὁ λόγος τῷ σώματι, ὁμοούσιον δὲ τὸσῶμαν τῷ λόγῳ, ἀόρατα δήπου ἑκάτερα κατὰ τὸ 》οὐδεις ἴδεν θεὸν οὔτε ἰδεῖν δύναται.《 ο ὐκ ἄρα ἐφανερώθη κατὰ τοῦτο οὐδὲ ἐψηλαφήθη ἀφανὴς ὤν, οὐδὲ ἀληθὴς Ἰωάννης λέγον 》ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν《.

Note 69 frag 164: ἐμοὶ καὶ φιλίαας ὑποθεσις ἡ εὐσέβεια καὶ ἔχθρας οὐδενία πρόφασις πρὸς τοὺς εὐσέβειαν φυλάττοντας. μηδὲν παρʹ ἐνοῦ καινὸν ζητείτω τις νῦν υνδ’ ἀποσιώπησιν τῆς ἀληθείας ἀπαιτείτω ὡς ἐκ ταύτης εἰρήνην κατασκευάζων· ὅτι δὲ ἡμῖν οὐδεὶς ἐπάγειν δύναται ταῦτα τὰ κατά τινων λεγόμενα, δῆλόν ἐστιν ἐξ ὧν ἀεὶ γεγράφαμεν, οὔτε τὴν σάρκα τοῦ σωτῆρος ἐξ οὐρανοῦ λέγοντες οὔτε ὁμοούσιον τῷ θεῷ τὴν σάρκα καθό ἐστι σὰρξ καὶ οὐ θεός, θεὸς δὲ καθ’ ὅσον εἰς ἓν πρόσωπον ἥνωται τῇ θεότητι.

Note 69 ad Dion 7: Καὶ γὰρ οὐ φοδούμεθα τοὺς συκοφάντας τοὺς διαιροῦντας εἰς δύο πρόσωπα τὸν κύριον, ἐάν, ἡμῶν τὴν ἕνωσιν πρεσβευόντων τὴν σάρκα λέγοντας ἐξ οὐρανοῦ, ὅταν ἀναγινώσκωμεν τὰς θείας γραφὰς υἰὸν τοῦ Θεοῦ γενόμενον ἐκ γυναικος, δυνάνεθα βλασφημεῖσθαι ὠς τὸν λόγον ἐκ γῆς λέγοντες καὶ νὴ ἐξ οὐρανοῦ. λέγομεν δὲ τὰ ἀμφότερα, καὶ ἐξ οὐρανοῦ τὸ ὅλον διὰ τὴν θεότητα και ἐκ γυναικὸς τὸ ὅλον διὰ τὴν σάρκα οὐκ εἰδότες διαίρεσιν τοῦ ἑνὸς προσώπου οὐδὲ ἀπο τέμνοντες τοῦ οὐρανίου το γήϊνον οὐδὲ τοῦ γηΐνου τὸ οὐράνιον· ἀσεβὴς γὰρ ἡ διατομή.

Note 70 frag. 128: εἰ ἡ πρὸς σίδηρον ἀνάκρασις, πῦρ ἀποδεικνῦσα αὐτὸν <τὸν> σίδηρον ὡς καὶ τὰ πυρὸς – ἑργάζεσθαι, οὐ μετέβαλε τὴν φύσιν αὐτοῦ, οὐδὲ ἡ τοῦ θεοῦ πρὸς τὸ σῶμα ἕνωσις μεταβολὴ σώματός ἐστιν, καὶτοι τοῦ σώματος τὰς θείας ἐνεργείας παρεχομένου τοῖς ἐφάψασθαι δυναμένοις.

Note 71 p. 278: ἅπερ θεασάμενος σύ, ὀ κύριός μου Ὁμόνιος, γράψας ἐπέδοκας αὐτῷ πιττάκιον περιέχον οὔτως ·
>Ἐγὼ Ὁμόνιος ἐπισκοπος ὁμολγῶ ὅτι ὁ λόος τοῦ θεοῦ
>σάρκα ἐκ Μαρίας ἔλαγεν ἡμῖν ὁμοούσιον· εἰ δέ τις λέγει
>τὴν σάρακα τὴν ἑνωθεῖσαν τῷ κυρίῳ καθ’ οἶον φήποτε
>λόγον ὁμοούσιον τῷ θεῷ, ἀναθεματίζομεν<
Ἐπεὶ οὖν τὴν μὲν φύσιν τῆς σαρκὸς καλῶς ὡμολόγηεσας ἡμῖν ὁμοούσιον αὐτὴν ὑπάρχειν εἰπών, τὴν δὲ πρὸς τὸν σαρκωθέντα λόγον ἄκραν ἕνωσιν αὐτῆς ἀνεθεμάτισας κατὰ μηδένα λόγον συνουσιῶσθαι αὐτὴν τῇ θεότητι γράψας, ἀλλ’ ἕνωσιν μόνον ὀνομάσας, τοιαύτην δ’ ἕνωσιν, οἵα καὶ ἀνθρώπου γένοιτ’ ἀν ἁγίου πρὸς τὸν θεόν, οὐκ εἰς μίαν ζωήν τε καὶ ὑπόστασιν συναπτομένου, αλλ’ ἐν χωρισμῷ τῆς θείας φύσεως θεωρουμένου καίτοι τοῦ μακαρίου ἐπισκοπου διδασδάλου ἡμῶν Ἀπολλιναρίου εἰπόντος ἐν διαφόροις λογοις
>ἐπικοινωμεῖν τὴν σάρκα τοῦ κυρίου τοῖς τοῦ λόγου ὀνό-
>μασί τε καὶ ἰδιώμασιν, μένουσαν καὶ ἐν τῇ ἑνώσει σάρκα
>μὴ μεταβαλλομένην μηδὲ ἐξισταμένην τῆς ἰδίας φύσεωσ
>καὶ τὸν λὸγον ἐπικοινωνεῖν τοῖς τῆς σαρκὸς ὀνὸμασί τε
>καὶ ηηιδιώμασι μένοντα καὶ ἐν τῇ σαρκώσει λ’γον καὶ θεὸν
>μὴ τραπέντα μηδὲ μεταπεσόντα εἰς τὴν σώματος φύσιν<
καταξίσον δηλῶσαι ἡμῶν ἀνεθεμάτισας ταῦτα ἢ ἐπιστάμενος μέν ὡς μὴ καλῶς δὲ κεἰρημένα καὶ αὐτὰ ἐξέβαλες λαὶ ἡμᾶς κατά τὸπον διέβαλες ὡς αἵρεσιν παραδεξαμένος τῇ εὐσεβεία; ἔφη γἀρ.

Note 72 frag. 10: ὦ καινὴ κτίσις καὶ μίξις θεσπεία· θεὸ καὶ σὰρξ μίαν [καὶ τὴν αὐτὴν ἀπετέλεσαν φύσιν

Note 72 frag 113: λέγει γὰρ ὁ αὐτὸς Ἀπολλινάριος ἐν τοῖς γραφεῖσιν αὐτῷ συλλογισμοῖς τάδε·                                              
μεσότητες γίνοντια ἰδιοτήτων διαφόρων εἰς ἓν συνελθουσῶν ὡς ἐν ἡμιόνῳ ἰδιότης ὄνου καὶ ἵππου καὶ ἐν γλαυκῷ γρώματι ἰδιότης λευκοῦ καὶ μέλανος καὶ ἐν ἀέρι χειμῶνος καὶ θέρους ἰδίοτης ἔαρ ἐργαζομένη· οὐδεμία δὲ μεσότης ἑκατέρας ἔχει τὰς ἀκρότητας ἐξ ὁλοκλήρου ἀλλὰ μερικῶς ἐπιμεμιγνένας· μεσότης δὲ θεοῦ καὶ ἀνθρώπων ἐν Χριστῷ· οὐκ ἄρα οὔτε ἄνθρωπος ὅλος οὔτε θεὸς, ἀλλὰ θεοῦ καὶ ἀνθρώπου μίξις. 

Note 73 frag. 134: εἰ μηδὲ ἡ ψυχῆς πρὸς σῶμα κρᾶσις καίτοι ἐξ ἀρχῆς κατὰ συμφυΐαν οὐσια ὁρατήν αὐτὴν διὰ τὸ σῶμα ποιεῖ μηδὲ εἰς τὰ ἂλλα τοῦ σώματος ηηιδιώματα μεταβάλλει, ὥστε καὶ τέμνεσθαι καὶ ἐλλαττοῦσθαι · πόσῳ μᾶλλον ὁ μὴ σώματι συμφυὴς θεὸς ἀνεταβλήτως ἑνοῦται πρὸς σῶμα · καὶ εἰ τὸ σῶμα τοῦ ἀνθρώπου ἐπὶ τῆς ἰδίας φύσεως μένει, καὶ τοῦτό γε ἐψυχομένον, οὐδὲ ἐπὶ τοῦ Χριστοῦ τὸ σῶμα ἡ σύγκρασις υήτε μετέβαλεν ὡς μὴ εἶναι σῶμα.

Note 75 De Un., 5: ὁμολογεῖται δὲ ἐν αὐτῷ τὸ μὲν εἶναι κτιστὸν ἐν ἑνότητι τοῦ ἁκτίστου, τὸ δὲ ἅκτιστον ἑν συγκράσει τοῦ κτιστοῦ, π φύσεως μιᾶς ἐξ ἑκατέρου μέρους συνισταμένη, μερικὴν ἐνέργειαν καὶ τοῦ λόγου συντελέσαντος εἰς τὸ ὅλον μετὰ τῆς θεϊκῆς τελειότητος, ὅπερ <καὶ> ἑπὶ τοῦ κοινοῦ ἀνθρώπου ἐκ δύο μερῶν ἀτελῶν γίνεται, φύσιν μίαν πληρούντων καὶ ἑνὶ ὀνόματι δηλουμένων, ἐπεὶ καὶ σάρξ τὸ ὅλον καλεῖται, μὴ περιαιρουμένης ἐν τούτῳ τῆς ψυχῆς, καὶ ψυχὴ τὸ ὅλον προσαγορεύεται, οὐ περιαιρουμένου τοῦ σώματος, εἰ καὶ ἕτερόν τι ἐστὶ παρὰ τὴν ψυχήν.

Note 76 C. Diod., frag. 125: ἑνοῦται ἄρα τά τοῦ θεοῦ καὶ σώματος, δημιουργὸς προσκυνητὸς σοφία καὶ δύναμις ὑπάρχων αἰώνιος· ἀπὸ θεότητος ταῦτα υἱὸς Μαρίας ἐπ’ ἐσχάτου χρόνου τεχεὶς προσκυνῶν θεὸνσοπηία προλόπτων δυμάμει κραταιούμενος· ταῦτα ἀπὸ σώματος. τὸ μὲν ὑπὲρ ἁναρτίας πάθος καὶ ἡ κατάρα προῆλθεν οὐδὲ παραλεύσεται οὐδὲ εἰς ἀσώματον μεταβληθήσεται.

Note 77 frag. 130: μετέχει μὲν γὰρ ἡ ἀνθρωπίνη τῆς θείας ἐνεργείας καθ’ ὅσον ἐφικνεῖται· ἑτέρα δέ ἐστιν ὡς ἐλαχίστη μεγίστης. καὶ δοῦλος μὲν ἄνθρωπος τοῦ θεοῦ, ὁ δὲ θεὸς οὐ δοῦλος τοῦ ἀνθρώπου οὐδε ἑαυτοῦ. καὶ ὁ μὲν ποίημα τοῦ θεοῦ, ὁ δὲ οὔτε ἀνθρώπου ποίημα οὐδὲ ἑαυτοῦ.

Note 78 De Un 10ff: καὶ λέγει 》αὐτω*ν ἐγώ ἁγιάζο ἐματὸν, ἵνα ὧσιν αὐτοὶ ἡγιασμένοι ἐν ἀλεθείᾳ《 , οὐ χωρίζων καὶ λέγων Ἀγιάζω ἐαυτόν, τὴν σάρκα, ἀλλὰ συνάπτων καὶ λέγων καίτοι τῷ  σκοποῦντι μετὰ ἀκριβεὶας οὐ δυνατὸν αὐτὸν ὑφ ἑαυτοῦ ἁγιάζεσθαι. εἰ γὰρ ὅλο ἀγιάζει, τι τὸ ἁγιαζόμενον; εἰ ὁ σύμπας ἁγιάζεται, τι τὸ ἁγιάζον; ἀλλ’ ὅμως φυλάττων τὸ ἓν πρόσωπον καὶ τὴν ἀμέριστον ἑνὸς ζώου δήλωσιν τό τε ἁγιάζειν καὶ τὸ ἁγιάζεσθαι καθ’ ὅλου τέθεικεν ἵν’ ἀκριβὲς ἡμῖν ῇ καὶ σαφές, ὅτι οὐ κατὰ τὸν προφητικὸν ο-ὐδὲ κατὰ τὸν ἀποστολικὸν τρόπν ἄλλος ἀλλον ἁγιάζει, καθάπερ τὸ πνεῦμα τοὺς προφήτας καὶ τοὺς ἀποστόλους, ὅσπερ ὁ Παῦλος φησι περι τῆς πάσης ἐκκλεησίας 》κλητοῖς ἁγίοις καὶ ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ《 καὶ αὐτὸς ὁ σωτὴρ περὶ τῶν ἀποστόλων 》ἁγίασπμ αὐτοὺς ἐν ἀλεθεία《 11. ὅλη γὰρ ἡ ἀνθρωπίνη φύσις ἐν τῷ ἁγίαζεσθαι ἐστὶ καὶ φωτιζομένη, ἁγιάζον δὲ τὸ πνεῦμα καὶ φωτίζων, ἁγιαζόμενος δὲ οὐδαμῶς, κτίστης γὰρ καὶ οὐ κτίσμα. ἀλλὰ ἐνταῦθα τὸ ἁγιάζεσθαι, ἔνθα καὶ τὸ σεσωματῶσσθαι, καὶ διῇρηται μὲν τὰ πράγματα, ἥνωται δὲ κατὰ τὴν τῆ σαρκὸς πρὸς θεότητα ἕνοσιν, ὥστε μὴ διαστέλλεσθαι ἕτερον τόν ἁγιάζόμενον, καὶ αὔτη δὲ ὅλως ἡ σάρκωσίς ἐστιν ἁγιασμός. 12 ὁ γὰρ σωτὴρ πρὸς τοὺς λέγοντας 》σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεὸν《 ἀποδέδωκεν τῆς ἰδίας ἀνθρωπότητος τὸν λόγον λέγων 》ὃ ὁ πατὴρ ἡίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς ὅτι εἶον Υἱὸς τοῦ θεοῦ εἰμι;《 τίνα λέγων ἐνταῦθα ἁγιασμὸν ἢ τὸν τη^ς σαρκὸς ὑπὸ τῆς θεότητος; οὕτω γὰρ ἔζησεν τὸ σῶμα θεότητος ἁγιασμῷ καὶ οἰκ ἀνθρωπίνης ψυχῆς κατασκευῇ καὶ ὅλως τὸ ἅλον ἐν συναφειᾳ. καὶ ἐνταῦθα 》 ὃν ὁ πατήρ, φυσιν, ἡγίασεν καὶ ἀπέστειλεν《 τὸ ἁγιάζονἅμα καὶ τὸ ἀγιαζόμενον ἀγιάζεσθαι λέγει, τῷ ἀγιαζομενῳ συνάψας τὸ ἁγιάζον. 

Note 79 De Un., 17: ὅθεν ἐξ ἀνάγκης καὶ ὁ μὴ δυνάμενο ἐν τοῖς ἡνωμένοις διαφόροις εἰδέναι, τί τὸ ἴδιον ἑκατέρου, ἐναντιώμασιν ἀσυμφώνως περιπεσεῖται, ὁ δὲκαὶ τὰ ἴδια γινώσκων καὶ τὴν ἕνωσιν φυλάσσων οὔτε τὴν φύσιν ψεύσεται οὔτε τὴν ἕνωσιν ἀγνοήσει.

(This is where Apollinarius starts to steer away from the ancient truth)

Note 81 de Fid. et Incarn. 3: Μηδεὶς κατευτελιζέτω τὴν δεσποτικὴν καὶ σωτήριον σάρκα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προφάσει τοῦ ὁνοουσίου. οὔτε γὰρ ἡμεῖς οὔτε τις τῶν ἀνθρώπινον λογισμὸν ἐχόντων σῶμα καθ’ ἑαυτὸ ὁνοούσιον λέγει ἣ φρονεῖ, ἀλλ’ οὐδε ἐξ οὐρανοῦ τὴν σάρκα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγομεν, ἀλλ’ ἐκ τῆς ἁγίας παρθένου Μαρίας ὁμολογοῦμεν σεσαρκῶσθαι τὸν θεὸν λόγον καὶ οὐ διαιροῦμεν αὐτὸν ἀπο τῆς αὐτοῦ σαρκός ἀλλ’ ἔστιν ἓν πρόσωπον, μία ὑπόστασις, ὅλος ἄνθρωπος, ὅλος θέος. 

Note 81 de fid. et Incarn. 6: ἡμῖν δὲ ὁμολογητέον υἱὸν θεοῦ καὶ ἀλεθινὸν τὸν πρὸ αἰῶνος, τὸν ὁμοούσιον τῷ πατρὶ Χριστὸν Ἰησοῦν, τὸν κύριον ἡμῶν, ὃν ἡ παρθένος ἐνεννησε σωτῆρα καὶ λυτρωτήν. καὶ τούτο τὴν προσκύνησιν ὀφειλόντως προσφέρομεν καὶ οὐκ ἀφορίζεται τῆς προσκυνήσεως ἡ σὰρξ αὐτοῦ. ἀδύνατον γὰρ μὴ διοριζομένης τῆς θείας ζωῆς διορίζεσθαι τὰ τῆς προσκυνήσεως· οὖ γάρ τις τὴν σάρκα οὐ προσκυνεῖ, τοῦτον οὐ προσκυνεῖ [οὐκοῦν ἐν τῇ ἑνώσει τοῦ λόγου πρὸς τὴν ἔμψυχον καὶ λογικὴν αὐτοῦ σάρκα ὡς ἑνὶ υἱῷ μία προσκύνησις  προσφέρεται παρʹ ἡμῶν] ὡς ὁ εὐαγγελιστὴς μίαν ζωὴν τοῦ λογου καὶ τῆς σαρκὸς εὐαγγελιζόμενος 》ὁ λόγοσ《 φησὶ 》σάρξ ἐγένετο《 οὐκοῦν εἰ σὰρξ ὁ λὸγος γέγονεν, τὸν λόγον προσκυνῶν τις τὴν σάρκα προσκυνεῖ καὶ τὴν σάρκα προσκυνῶν τις τὴν θεότητα προσκυνεῖ καὶ οἱ προσκυνοῦντες τὸν Χριστὸν Ἰησοῦν ἀπόστολοι τῷ σώματι προσκυνοῦντες τὸν θεὸν λόγον προσεκύνουν. καὶ ἄλλεγοι δὲ αὐτῷ διηκόνουν ὡς ἂν ἱδίῳ δεσπότῃ τῷ σώματι προσιόντες, καὶ ἡ παρθένος ἀπ’ ἀρχῆς σάρκα τεκοῦσα τὸν λόγον ἔτικτεν καὶ ἦ θετόκος, καὶ Ἰουδαῖοι τὸ σῶμα σταυρώσαντες τὸν θεὸν ἐσταύρωσαν, καὶ οὐδεμία διαίρεσις τοῦ λόγου καὶ τῆς σαρκὸς αὐτοῦ ἐν ταῖς θείαις  προφέρεται γραφαῖς, ἀλλ’ ἔστι μία φύσις, μία ὑπόστασις, μια ἐνέργεια, ἓν πρόσωπον, ὅλος θεός, ὅλος ἄνθρωπος ὁ αὐτός.

Note 81 frag 69: οὐ γαρ ἄν (φυσιν) ἐν ὁμοιώματι ἀνθρώπου γεγονὼς εἴη, εἰ μὲ τυγχάνοι καθάπερ ἄνθρωπος νοῦς ἔνσαρκος ὤν.

ἀλλ’ ἄνθρωπον αὐτὸν εἶναὶ φησιν, ἀλλὰ καθάπερ ἄνθρωπον νοῦν ἐνσαρκον ὄντα.

Note 81 frag 72: διὰ τοῦτο καὶ ἀν’θρωπος ἧν· ἄνθρωπος γὰρ νοῦς ἐν σαρκὶ κατὰ τὸν Παῦλον.

παραιτοῦμαι δὲ τοὺς ἐντυγχάνοντας μὴ παρʹ ἡμῶν οἵεσθαι κατά τινα παιδιὰν ἐπὶ γέλωτι τὰ τοιαῦτα ὡς ἐκ προσώπα τοῦ Ἀπολλιναρίου συμπλάσσεσθαι. ἔξεστι γὰρ καὶ ἐξ αὐτῶν τῶν παρʹ αὐτοῦ γεγραμμένωνμαθεῖν, ὁτι κατὰ τὴν λέξιν παρʹ ἐκείνου προενήνεκται λόγος οὕτως, ἐχων. κατὰ ποῖον τοίνυν παῦλον νοῦς ἐνσαρκος ἄνθρωπος λέγεται;

πάλιν ἕτερον τοῖς εἰρημένοις ἐπάγει νόημα·

Note 82 anaceph 4: Πας ἄνθρωπος χοϊκός. Χριστὸς δὲ οὐ χοϊκός, ἀλλ’ ἐπουράνιος· οὐκ ἄρα ἄνθρωπος.

Note 82 anaceph 16: Θεὸς ἐν ἀνθρώπῳ κατοικῶν οὐκ ἔστιν ἄνθρωπος· πνεῦμα δὲ σαρκὶ ἡνωμένον ἄνθρωπός ἐστιν· ἄνθρωπος Χριστός, ὡς εἴρεται, ὁμωνύμως· πνεῦμα ἄρα θεῖον ἐστὶν ἡνωμένον σαρκὶ.

Note 83 Frag. 45: οὐκ ἄνθρωπός (φυσιν), ἀλλ’ ὡς ἄνθρωποσ’ διότι οὐχ ὁμοούσιος τῷ ἀνθρώπῳ κατὰ τὸ κυριώτατον.
οὐγὰρ ἦ πησιν ὁμοούσιος τῷ ἀνθρώπῳ κατὰ τὸ κυριώτατον.

Note 85 frag 2: ἐπεὶ γὰρ ἄριστα Παῦλος βοᾷ 》ἐν τῷ παντοκράτορι θεῷ καὶ μονῳ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν《, ἤρκει καὶ μόνον τὸ αὐτοῦ θέλημα διὰ τοῦ ἐν τῇ σαρκὶ σχυώσαντος λόγου πρὸς τὸ ταὺτην ζωοποιεῖν καὶ κινεῖν, ἀναπληρούσης τῆς θείας ἐνεργείας τὸν τῆν ψυχῆς τόπον καὶ τοῦ ἀνθρωπίνου νοός· ὅθεν καὶ σκήνωσιν ὁ ἰωαννης τὴν ἐπιδημιαν αὐτοῦ τὴν ἐξ οὐρανῶν ὀνομαζει. εἰπὼν γὰρ ὅτι 》ὁ λόγος σὰρξ ἐγένετο《, οὐ προσέθηκε 》καὶ ψυχή《. ἀδύνατον γὰρ δύο νοερὰ καὶ θελητικὰ ἐν τῷ ἅμα κατοικεῖν, ἵνα μὴ τὸ ἕτερον κατὰ τοῦ ἑτέρου ἀνιστρατεύηται κιδὰ τῆς οἰκείας θελήσεως καὶ ἐνεργείας. οὐκοῦν οὐ ψυχΗς ἀνθρωπίνης ἐπελάβετο ὁ λόγος ἀλλὰ μόνου σπέρματος Ἀβραάμ· τὸν γὰρ τοῦ σώματος ἰησου ναὸν προδιέγραψεν ὁ ἄψυχος καὶ ἄνους καὶ ἀθελής τοῦ Σολομῶντος ναός.
ταῦτα τοῦ θεοστυγοῦς Ἀπολλιναρίοου δυσφημήσαντος καὶ ἄψυχον καὶ ἀθελῆ τὴ τοῦ κυρίου σάρκα λέγοντος.

Note 86 frag 151: οὐδὲ τοῦτο συνιδεῖν ἠδυνήθησαν κατοι πᾶσιν ὂν καταφανές, ὁτι ὁ μὲν θεῖς νοῦς αὐτοκίνητός ἐστι καὶ ταυτοκίνητος, ἄτρεπτος γάρ, ὁ δὲ ἀνθρώπινος αὐτικίνητος μέν, οὐ ταυτοκίνητος δέ, τρεπτὸς  γάρ, καὶ ὅτιπερ ἀτρέπτῳ νῷ τρεπτὸς οὐ μίγνυται νοῦς εἰς ἑνὸς ὐποκειμένου σύστασιν. στασιασθήσεται γὰρ τοῖς τῶν ἐξ ὧν ἐστι διελκόμενος ἐναντίοις θελήμασι· διʹ ἣν αἰτίαν ἡμεῖς ἕνα τὸ Χριστὸν ὁμολογοῦμεν καὶ μίαν ὡς ἑνὸς αὐτοῦ τήν τε φύσιν καὶ τὴν θέλησιν καὶ τὴνἐνέργειαν προσκυνοῦμεν θαύμασιν ὁμοῦ καὶ παθήμασι σώΖουσαν.

Note 87 Ad Diocaes. 2: Ἑμυεῖς ὁμολογοῦμεν οὐκ εἰς ἄνθρωπον ἅγιοιν ἐπιδημηκέναι τὸν τοῦ θεοῦ λόγον ὅπερ ἦν ἐν προφήταις, ἀλλ’ αὐτὸν τὸν λόγον σάρκα γεγεἧσται μὴ ἀνειληφοτα νουῦν ἀνθρώπινον, νοῦν τρεπόμενον καὶ αἰχμαλωτιζόμενον λογισμοῖς ῥυπαροῖς, ἀλλὰ θεῖν ὄντα νοῦν ἄτρεπτον οὐράνιον· διὸ καὶ οὐ σῶμα ἄψυχον οὐδὲ ἀναὶσθητον οὐδὲ ἀνόητον εἶχεν ὁ σωτήρ, οὐδὲ γὰρ οἰόν τε ἦν τοῦ κυρίου διʹ ἡμᾶς ἀνθρώπου γεγενημένου ἀνόητον εἶναι τὸ σῶμα αὐτοῦ· υἱός τε ὤν ἀληθῶς τοῦ θεοῦ γέγονε καὶ υἰὸς ἀνθρώπου, καὶ》πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖσ《· διὸ οὐδὲ ἕτερος ἦν ὁ πρὸ Ἀγραὰμ υἱὸς τοῦ θεοῦ, ἕτερος δὲ ὁ μετὰ Ἀβραάμ, ἀλλ’ εἱς τέλειος τοῦ θεοῦ μονογενήσ· τέλειας δὲ θείᾳ τελειότητι καὶ οὐκ ἀνθρωπίνη· τοῖς ταῦτα φρονοῦσι καὶ γράφουσιν οὐ κοινωνοῦμεν.

Note 88 frag 76: οὐκ ἄρα σώζεται τὸ ἀνθρώπινον γένος διʹ ἀναλήψεως νοῦ καὶ ὅλου ἀνθρώπου, ἀλλὰ διὰ προσλήψεως σαρκός, ᾗ φυσικὸν μὲν τὸ ἡγεμονεύεσθαι· ἐδεῖτο δὲ ἀτρέπτου νοῦ μὴ ὑποπίπτοντος αὐτὴν ἀβιάστως ἐπιστημοσύνης ἀσθέβειαν, ἀλλὰ συναρμόζοντος αὐτὴν ἀβιάστως ἑαυτῷ.
ἀλλὰ σιγάθω καὶ τοῦτο τὸ ἐπιχείρημα μάλιστα διὰ τὸ προσφὲς τοῦ προτεθέντος αὐτῷ συμπεράσματος, οὑτωσι κατὰ τὴν λέξιν ἔχοντος· οὐκ ἄρα σώζεται . . . σαρκός· τὸ μὲν συμπέρασμα τοῦτο. ib. περὶ γὰρ τοῦ αὐτοῦ τὰ δύο λέγει ὥστε τί βούλεται ὁ λέγων οὐκ ἀναληψει, ἀλλὰ προσλήψει τῷ μονογενεῖ τὸ κατὰ τὸν ἀνθρωπον οἰκονομεῖσθαι μυστήριον, οὐδ’ ἂν αὐτὸς εἴποι τάχα.
παλιν δὲ τὸν αὐτὸν ἀπαναλήψομαι λόγον ἐκθέμενος τὴν ῥῆσιν αὐτοῦ ἐπὶ λέξεως· οὐκ ἀρα φησι σώζεται . . . ἀβιάστως ἑαυτῷ.
ἀλλ’ οὐχ ἡγεῖται πρέπειν ἀνθρώπινον νοῦν περι τὸν μονγενῆ θεὸν ἐννοεῖν καὶ τὴν αἰτίαν λέγει ὅτι τρεπτὸς ὁ νοῦς ὁ ἀνθρώπινος.

Note 89 frag 74: εἰ μετὰ τοῦ (φησι) νοῦ ὄντος καὶ ανθρώπινος ἦ ἐν Χριστῷ νοῦς — οὐκ ἄρα ἐπιτελεῖται ἐν αὐτῷ τὸ σαρκώσεως ἔργον· εἰ δὲ μὴ ἐπιτελεῖται τό τῆς σαρκώσεως ἔργον ἐν τῷ αὐτοκινήτῳ κ αὶ μὴ ἀναγραστῷ νοΐ, ἐν τῇ ἑτεροκινήτῳ καὶ ὑπὸ τοῦ θείου νοῦ ἐνεργουμένῃ σαρκὶ τελεῖται τὸ ἕργον, ὅ ἐστι λύσις ἁμαρτίας· μεταλαμβάνει δέ τῆς λύσεως ὁ ἐν ἡμῖν αὐτοκίνητος νοῦς, καθ’ ὅσον οἰκειοῖ ἑαυτόν χριστῷ.
τί σημαίνει ἡ τῶν ῥηνατων τούτως καινοφωνία ὁ αὐτοκίνητος νοῦ καὶ ἑτεροκίνητος σάρξ ἡ ἐπιτελοῦσα τὸ ἐργον τῆς λύσεως;

Note 90 Anaceph 23: Εἰ ἡ αὐτὴ φύσις Χριστοῦ,  καὶ ἡ ἡμῶν, ὁ παλαιός  ἐστιν ἀνθρωπος, ψυχὴ ζῶσα καὶ οὐ πνεῦμα ζωοποιοῦν, καὶ ὁ τοιοῦτος οὐδὲ ζωοποιήσει. ζωοποιεῖ δέ Χριστὸς καὶ πνεῦμα ζωοποιοῦν ἐστιν· οὐκ ἄρα τῆς ἡμετέρας ἐστὶ φύσεως.