Gregory Naz., Ep., 101, MPG, 37, 174A

τῷ τιμιωτάτῳ καὶ θεοφιλεστὰτῳ ἀδελφῷ καὶ συμπρεσβυτέρῳ Κληδονίῳ Γρηγόριος ἐν κυρίῳ χαίρειν.

Βουλόμεθα μαθεῖν, τίς ή καινοτομία περὶ τὴν Ἐκκλησίαν, ἵν᾽ἐξῇ παντὶ βουλομένῳ καὶ παραπορευμένῳ, κατὰ τὸ γεγραμμένον, διασπᾷν τὴν ποὶμνην καλῶς ἡγμένην, καὶ συλαγωγεῖν κλοπιμαίοις ἐφόδοις, μᾶλλον δὲ ληστρικοῖς καὶ παραλόγοις διδάγμασιν. Εἰ μὲν γὰρ εἶχόν τι καταγινώσκειν ἡμῶν περὶ τὴν πίστιν οἱ νῦν ἐπελθόντεσ, οὐδ ὅυτω μὲν χωρὶς ὑπομνήσεως ἡμῶν ἔδει τὰ τοιαῦτα τολμᾷν. Πεῖσαι γὰρ ἐχρῆν ἤ πεισθῆναι θελῆσαι πρότερον (εἴπερ τις καὶ ἡμῶν λόγος, ὡς τὸν θεὸν φοδουμένον καὶ κοπιασάντων ὑπὲρ τοῦ λόγου, καὶ τὴν Ἐκκλησιαν ὠφελησάντων), καὶ τότε, εῖπερ ἄρα, καινοτομεῖν, πλήν καὶ ἀπολογία τις ἦν ἴσως τοῖς ὑβρισταῖς.